← 普鲁塔克

西塞罗传

§43.1-43.6

与安东尼的冲突及年轻恺撒的登场

恺撒遇刺后,面对权势日炽的安东尼,西塞罗一度决意出奔,但在听闻局势好转的传闻后折返罗马;两人矛盾随即激化并相互防备,直至年轻的恺撒抵达并就遗产问题与安东尼产生争端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43.1

εὐθὺς οὖν ὁ Ἀντώνιος ἐπῆρτο, καί πᾶσι μὲν ἦν φοβερὸς ὡς μοναρχήσων, τῷ δὲ Κικέρωνι φοβερώτατος. ἀναρρωννυμένην τε γὰρ αὐτῷ πάλιν ὁρῶν τὴν δύναμιν ἐν τῇ πολιτείᾳ καὶ τοῖς περὶ Βροῦτον ἐπιτήδειον εἰδώς ἤχθετο παρόντι. καί πού τι καί προϋπῆρχεν ὑποψίας αὐτοῖς πρὸς ἀλλήλους κατὰ τὴν τῶν βίων ἀνομοιότητα καί διαφοράν.

于是安东尼顿时气焰嚣张,因有建立独裁君主政体之虞而令所有人畏惧,对西塞罗而言更是最为可怖。安东尼眼见西塞罗在城邦中的势力再度复兴,又深知他与布鲁图斯一党交好,故而对他留在城中深感不悦;此外,由于彼此生活方式的殊异与分歧,两人之间原先也早已存有某种猜忌。

§43.2

ταῦτα δείσας ὁ Κικέρων πρῶτον μὲν ὥρμησε πρεσβευτὴς Δολοβέλλᾳ συνεκπλεῦσαι εἰς Συρίαν ἐπεὶ δʼ οἱ μέλλοντες ὑπατεύειν μετʼ Ἀντώνιον, Ἵρτιος καί Πάνσας, ἄνδρες ἀγαθοὶ καί ζηλωταὶ τοῦ Κικέρωνος, ἐδέοντο μὴ σφᾶς καταλιπεῖν, ὑποδεχόμενοι καταλύσειν Ἀντώνιον ἐκείνου παρόντος, ὁ δʼ οὔτʼ ἀπιστῶν παντάπασιν οὔτε πιστεύων Δολοβέλλαν μὲν εἴασε χαίρειν,1 ὁμολογήσας δὲ τοῖς περὶ τὸν Ἵρτιον τὸ θέρος ἐν Ἀθήναις διάξειν, ὅταν δʼ ἐκεῖνοι παραλάβωσι τὴν ἀρχήν, ἀφίξεσθαι πάλιν, αὐτὸς καθʼ ἑαυτὸν ἐξέπλευσε.

西塞罗因畏惧这些而起初决意作为特使与多拉贝拉一同泛舟前往叙利亚。然而,将接替安东尼出任执政官的希尔提乌斯和潘萨——这两位敬慕西塞罗的贤德之士——恳求他切莫离弃他们,并许诺只要西塞罗在场,他们定会推翻安东尼;西塞罗既非完全不信,亦非全然信任,便与多拉贝拉作别,答应希尔提乌斯等人自己在雅典度夏,待他们接掌政权时便重返罗马,随后便独自扬帆启程。

§43.3

γενομένης δὲ περὶ τόν πλοῦν διατριβῆς, καί λόγων ἀπὸ Ῥώμης, οἷα φιλεῖ, καινῶν προσπεσόντων, μεταβεβλῆσθαι μὲν Ἀντώνιον θαυμαστὴν μεταβολὴν καί πάντα πράττειν καί πολιτεύεσθαι πρὸς τὴν σύγκλητον, ἐνδεῖν δὲ τῆς ἐκείνου παρουσίας τὰ πράγματα μὴ τὴν ἀρίστην ἔχειν διάθεσιν,2 καταμεμψάμενος αὐτὸς αὐτοῦ τὴν πολλὴν εὐλάβειαν ἀνέστρεφεν αὖθις εἰς Ῥώμην.

但航行途中受阻延误,又照例从罗马传来了新的消息,称安东尼发生了惊人的转变,一切行事与施政皆顺应元老院之意,大局唯独缺少西塞罗亲临才未臻于至善;西塞罗遂自责过于谨小慎微,掉头折返罗马。

§43.4

καί τῶν πρώτων οὐ διημάρτανεν ἐλπίδων τοσοῦτο πλῆθος ἀνθρώπων ὑπὸ χαρᾶς καί πόθου πρὸς τὴν ἀπάντησιν ἐξεχύθη, καὶ σχεδὸν ἡμερήσιον ἀνήλωσαν χρόνον αἱ περὶ τὰς πύλας καί τὴν εἴσοδον αὐτοῦ δεξιώσεις καί φιλοφροσύναι. τῇ δʼ ὑστεραίᾳ βουλὴν συναγαγόντος Ἀντωνίου καί καλοῦντος αὐτόν οὐκ ἦλθεν, ἀλλὰ κατέκειτο μαλακῶς ἔχειν ἐκ τοῦ κόπου σκηπτόμενος.

他起初的期望也并未落空:因喜悦和渴望而涌出城迎接他的民众如此之多,以至于城门附近及他进城时的致意与亲切问候耗去了将近一整天的时间。然而次日,安东尼召集元老院并传唤他时,他却未赴会,而是托词旅途劳顿身染微恙卧床不起。

§43.5

ἐδόκει δὲ τάληθὲς ἐπιβουλῆς εἶναι φόβος3 ἔκ τινος ὑποψίας καί μηνύσεως καθʼ ὁδὸν αὐτῷ προσπεσούσης. Ἀντώνιος δὲ χαλεπῶς μὲν εἶχεν ἐπὶ τῇ διαβολῇ καί στρατιώτας ἔπεμψεν ἄγειν αὐτόν ἢ καταπρῆσαι τὴν οἰκίαν κελεύσας, ἐνστάντων δὲ πολλῶν καί δεηθέντων ἐνέχυρα λαβὼν μόνον ἐπαύσατο.

但实际上,这似乎是出于在路上听闻的某种猜疑与告密而对暗杀阴谋产生的恐惧。安东尼因这一含沙射影的指责大发雷霆,派遣士兵下令将他押来或放火烧毁其住所;但因许多人上前阻拦并为其求情,安东尼方才仅索取抵押物便就此作罢。

§43.6

καί τὸ λοιπὸν οὕτως ἀντιπαρεξιόντες ἀτρέμα καί φυλαττόμενοι διετέλουν, ἄχρι οὗ Καῖσαρ ὁ νέος ἐξ Ἀπολλωνίας παραγενόμενος τόν τε κλῆρον ἀνεδέξατο τοῦ Καίσαρος ἐκείνου, καί περὶ τῶν δισχιλίων πεντακοσίων μυριάδων ἃς Ἀντώνιος ἐκ τῆς οὐσίας κατεῖχεν, εἰς διαφορὰν κατέστη πρὸς αὐτόν.

此后,他们便一直这般平静地彼此错身而过并互相戒备,直至年轻的恺撒从阿波罗尼亚赶来,继承了那位著名的恺撒的遗产,并就安东尼从该遗产中扣押的两千五百万德拉克马与其发生争端。

语法注3 条
  1. 43.2Δολοβέλλαν μὲν εἴασε χαίρειν

    成语 χαίρειν ἐάω 意为“告别”、“放弃”或“置之不理”。此处指西塞罗放弃了原先随多拉贝拉出征的计划,与他分道扬镳。

  2. 43.3ἐνδεῖν δὲ τῆς ἐκείνου παρουσίας τὰ πράγματα μὴ τὴν ἀρίστην ἔχειν διάθεσιν

    间接引语中的不定式短语。无人称动词 ἐνδεῖν 带属格补足语(τῆς ἐκείνου παρουσίας),并统摄不定式短语 μὴ τὴν ἀρίστην ἔχειν διάθεσιν,意为“事态唯独缺少他的出席才未处于最佳状态”。否定词 μή 属于伴随在表示缺乏、阻碍或否定的动词之后的冗余否定(redundant negative)。

  3. 43.5ἐδόκει δὲ τάληθὲς ἐπιβουλῆς εἶναι φόβος

    τάληθές 是 τὸ ἀληθές 的元音缩合(crasis),作主语(“然而实情似乎是……”)。ἐπιβουλῆς 是依附于 φόβος 的宾格性属格,意为“对阴谋的恐惧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:43.1-43.6