- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:42.1-42.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗因胆识不足与年事已高未被纳入谋刺恺撒的密谋;刺杀发生后他虽在元老院促成大赦并分配属州,但民众因目睹恺撒遗体与血衣引发暴乱,迫使刺杀者逃离罗马。
τὰ μὲν οὖν κατʼ οἶκον οὕτως εἶχε τῷ Κικέρωνι. τῆς δʼ ἐπὶ Καίσαρα συνισταμένης πράξεως οὐ μετέσχε, καίπερ ὢν ἑταῖρος ἐν τοῖς μάλιστα1 Βρούτου καὶ βαρύνεσθαι τὰ παρόντα καὶ τὰ πάλαι ποθεῖν πράγματα δοκῶν ὡς ἕτερος οὐδείς. ἀλλʼ ἔδεισαν οἱ ἄνδρες αὐτοῦ τήν τε φύσιν ὡς ἐνδεᾶ τόλμης, τόν τε χρόνον, ἐν ᾧ καὶ ταῖς ἐρρωμενεστάταις φύσεσιν ἐπιλείπει τὸ θαρρεῖν.
西塞罗的家事便是如此。然而,尽管他是布鲁图斯最亲近的密友之一,且被公认为比任何人都对当下的局势感到沉痛并渴望恢复旧日的政体,他却并未参与谋刺恺撒的行动。刺杀者们忌惮他的天性缺乏胆魄,也忌惮他的年纪,因为到了这一年岁,即便最强健的心志也会丧失勇气。
ὡς δʼ οὖν ἐπέπρακτο τοῖς περὶ Βροῦτον καὶ Κάσσιον τὸ ἔργον καὶ τῶν Καίσαρος φίλων συνισταμένων ἐπὶ τοὺς ἄνδρας αὖθις ἦν δέος ἐμφυλίοις πολέμοις περιπετῆ γενέσθαι τήν πόλιν, Ἀντώνιος μὲν ὑπατεύων τήν βουλὴν συνήγαγε καὶ βραχέα διελέχθη περὶ ὁμονοίας, Κικέρων δὲ πολλὰ πρὸς τὸν καιρὸν οἰκείως διελθών ἔπεισε τήν σύγκλητον Ἀθηναίους μιμησαμένην ἀμνηστίαν τῶν ἐπὶ Καίσαρι ψηφίσασθαι νεῖμαι δὲ τοῖς περὶ Κάσσιον καὶ Βροῦτον ἐπαρχίας.
总之,当布鲁图斯和卡西乌斯等人完成了这一刺杀举动,而恺撒的友人们群起反抗他们、罗马城再次面临陷入内战的恐慌时,身为执政官的安东尼召集了元老院,简短地谈论了和睦;西塞罗则根据时势作了极其切合局势的详尽发言,劝服元老院效仿雅典人,通过决议赦免针对恺撒的行动,并将各属州分派给卡西乌斯和布鲁图斯一党。
ἔσχε δὲ τούτων τέλος οὐδέν, ὁ γὰρ δῆμος αὐτὸς μὲν ἀφʼ ἑαυτοῦ πρὸς οἶκτον ἐξαχθείς ὡς εἶδε τόν νεκρὸν ἐκκομιζόμενον διʼ ἀγορᾶς, Ἀντωνίου δὲ καὶ τήν ἐσθῆτα δείξαντος αὐτοῖς αἵματος κατάπλεων καὶ κεκομμένην πάντῃ τοῖς ξίφεσιν, ἐκμανέντες ὑπʼ ὀργῆς ἐν ἀγορᾷ ζήτησιν ἐποιοῦντο2 τῶν ἀνδρῶν, καὶ πῦρ ἔχοντες ἐπὶ τὰς οἰκίας ἔθεον ὡς ὑφάψοντες. οἱ δὲ τοῦτον μὲν τῷ προπεφυλάχθαι διέφυγον τόν κίνδυνον, ἑτέρους δὲ πολλοὺς καὶ μεγάλους προσδοκῶντες ἐξέλιπον τήν πόλιν.
然而,这些措施全然未有成果。因为当民众看到遗体被抬着穿过广场时,本已自发地动了恻隐之心,安东尼又向他们展示了血迹斑斑、处处被剑刃割裂的衣袍,民众遂因愤怒而狂乱,在广场上搜寻刺客,手持火把冲向他们的住所企图纵火。刺客们虽因预先设防而逃脱了这场危险,但料想还将面临其他许多重大的危险,便离开了罗马城。
- 42.1ἐν τοῖς μάλιστα
强化最高级含义的习语,意为“尤甚”、“数一数二”,修饰 ἑταῖρος 与属格 Βρούτου,即“布鲁图斯最亲密的友人之一”。
- 42.3ὁ γὰρ δῆμος αὐτὸς μὲν ἀφʼ ἑαυτοῦ πρὸς οἶκτον ἐξαχθείς ... ἐκμανέντες ὑπʼ ὀργῆς ἐν ἀγορᾷ ζήτησιν ἐποιοῦντο
主语为单数集合名词 ὁ δῆμος,在前半句分词 αὐτὸς μὲν ... ἐξαχθείς 中保持单数一致,但在插入属格独立结构(Ἀντωνίου δὲ ...)后,依据按意义一致(constructio ad sensum / synesis)原则转为复数阳性分词 ἐκμανέντες 以及复数谓语动词 ἐποιοῦντο。
