- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:44.1-44.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
屋大维在监护人的陪同下与西塞罗结成军政互助盟约;西塞罗之所以大力支持他,是因早年曾做过一个预兆此子将终结内战的奇梦。
ἐκ δὲ τούτου Φίλιππος ὁ τὴν μητέρα τοῦ νέου Καίσαρος ἔχων καὶ Μάρκελλος ὁ τὴν ἀδελφὴν ἀφικόμενοι μετὰ τοῦ νεανίσκου πρὸς τὸν Κικέρωνα συνέθεντο, Κικέρωνα μὲν ἐκείνῳ τὴν ἀπὸ τοῦ λόγου καὶ τὴν ἀπὸ τῆς πολιτείας δύναμιν ἔν τε τῇ βουλῇ καὶ τῷ δήμῳ παρέχειν, ἐκεῖνον δὲ Κικέρωνι τὴν ἀπὸ τῶν χρημάτων καὶ τῶν ὅπλων ἀσφάλειαν. ἤδη γὰρ οὐκ ὀλίγους τῶν ὑπὸ Καίσαρι στρατευσαμένων περὶ αὑτὸν εἶχε τὸ μειράκιον.
此后,娶了年轻恺撒之母的腓力与娶了其姊的马尔凯鲁斯携同该青年来见西塞罗,并达成了协议:西塞罗要在元老院和民众大会中以雄辩与政治声望为其提供力量,而他则以金钱和武力为西塞罗提供安全保障。因为这名少年身旁早已聚集了不少曾在恺撒麾下服役的将士。
ἐδόκει δὲ καὶ μείζων τις αἰτία γεγονέναι τοῦ τὸν Κικέρωνα δέξασθαι προθύμως τὴν Καίσαρος φιλίαν. ἔτι γὰρ, ὡς ἔοικε, Πομπηίου ζῶντος καὶ Καίσαρος ἔδοξε κατὰ τοὺς ὕπνους ὁ Κικέρων καλεῖν τινα1 τοὺς τῶν συγκλητικῶν παῖδας εἰς τὸ Καπιτώλιον, ὡς μέλλοντος ἐξ αὐτῶν ἕνα τοῦ Διὸς ἀποδεικνύειν τῆς Ῥώμης ἡγεμόνα· τοὺς δὲ πολίτας ὑπὸ σπουδῆς θέοντας ἵστασθαι περὶ τὸν νεών, καὶ τοὺς παῖδας ἐν ταῖς περιπορφύροις καθέζεσθαι σιωπὴν ἔχοντας, ἐξαίφνης δὲ τῶν θυρῶν ἀνοιχθεισῶν καθʼ ἕνα τῶν παίδων ἀνισταμένων κύκλῳ παρὰ τὸν θεὸν παραπορεύεσθαι, τὸν δὲ πάντας ἐπισκοπεῖν καὶ ἀποπέμπειν ἀχθομένους. ὡς δʼ οὗτος ἦν προσιὼν κατʼ αὐτόν, ἐκτεῖναι τὴν δεξιὰν καὶ εἰπεῖν ὦ Ῥωμαῖοι, πέρας ὑμῖν ἐμφυλίων πολέμων οὗτος ἡγεμὼν γενόμενος.2
西塞罗之所以欣然接纳恺撒的友谊,似乎还有一个更为重大的缘由。因为据说,当庞培与恺撒尚在人世时,西塞罗曾梦见有人将元老院议员的子弟召集到卡皮托利乌姆山,仿佛宙斯打算从他们之中指派一人担任罗马的统治者;市民们焦急奔走,立于神庙周围,少年们则身着紫边长袍默然端坐。忽然庙门大开,少年们逐一站起,绕圈从神明身边经过,神明审视了每一个人,并在他们失望的神色中将他们打发离开;但当这位青年走至神明正面时,神明伸出右手说道: “罗马人啊,此人成为领袖,便是你们内战的终结。”
τοιοῦτόν φασιν ἐνύπνιον ἰδόντα τὸν Κικέρωνα τὴν μὲν ἰδέαν τοῦ παιδὸς ἐκμεμάχθαι καὶ κατέχειν ἐναργῶς, αὑτὸν δʼ οὐκ ἐπίστασθαι. μεθʼ ἡμέραν δὲ καταβαίνοντος εἰς τὸ πεδίον τὸ Ἄρειον αὐτοῦ, τοὺς παῖδας ἤδη γεγυμνασμένους ἀπέρχεσθαι, κἀκεῖνον ὀφθῆναι τῷ Κικέρωνι πρῶτον οἷος ὤφθη καθʼ ὕπνον, ἐκπλαγέντα δὲ πυνθάνεσθαι τίνων εἴη γονέων.
据说,西塞罗做了这样一个梦后,将那少年的模样深印于心,记忆犹新,却不知道他是谁。但到了白天,西塞罗下到战神广场时,少年们恰好结束操练正要离开,那个少年便第一次映入西塞罗的眼帘,模样与梦中所见毫无二致;西塞罗大为惊异,便打听他的父母是谁。
ἦν δὲ πατρὸς Ὀκταουΐου τῶν οὐκ ἄγαν ἐπιφανῶν, Ἀττίας δὲ μητρός,3 ἀδελφιδῆς Καίσαρος, ὅθεν Καῖσαρ αὐτῷ παῖδας οὐκ ἔχων ἰδίους τὴν οὐσίαν ἑαυτοῦ καὶ τὸν οἶκον ἐν ταῖς διαθήκαις ἔδωκεν. ἐκ τούτου φασὶ τὸν Κικέρωνα τῷ παιδὶ κατὰ τὰς ἀπαντήσεις ἐντυγχάνειν ἐπιμελῶς, κἀκεῖνον οἰκείως δέχεσθαι τὰς φιλοφροσύνας καὶ γὰρ ἐκ τύχης αὐτῷ γεγονέναι συμβεβήκει Κικέρωνος ὑπατεύοντος.
他的父亲是并不十分显赫的奥克塔维乌斯,母亲则是恺撒的甥女阿蒂亚;因此恺撒因自己膝下无子,便在遗嘱中将自己的财产和家名赠予了他。据说自此以后,西塞罗每次遇见那少年都殷勤与之交谈,少年也亲切地回应这些善意;事实上,他偶然正出生于西塞罗担任执政官的那一年。
- 44.2ἔδοξε κατὰ τοὺς ὕπνους ὁ Κικέρων καλεῖν τινα
动词 δοκέω 的人称构式(personal construction)。此处并非以非人称构式表示“在西塞罗看来……”,而是将 ὁ Κικέρων 充当主格主语,意为“西塞罗(在梦中)似乎见到某人召集……”。不定代词宾格 τινα 充当不定式 καλεῖν 的逻辑主语。
- 44.3πέρας ὑμῖν ἐμφυλίων πολέμων οὗτος ἡγεμὼν γενόμενος
省略系词(ἐστί 或 ἔσται)的名词谓语句。指示代词 οὗτος 与分词 γενόμενος 结合,整体作主语表达“此人成为领袖一事”(类似于拉丁语的 ab urbe condita 结构),或者表述为“成为领袖的此人乃是内战的终结”。各语种均统一处理为此人掌权乃内战告终之标志。
- 44.5ἦν δὲ πατρὸς Ὀκταουΐου τῶν οὐκ ἄγαν ἐπιφανῶν, Ἀττίας δὲ μητρός
表示出身与血统的属格(genitive of origin / parentage),与动词 ἦν 连用,意为“以奥克塔维乌斯为父,以阿蒂亚为母”。后随的 τῶν οὐκ ἄγαν ἐπιφανῶν 是修饰限定其父阶层地位的部分属格短语。
