- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:41.1-41.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗企图撰写罗马史却因公私诸事受阻;他在休弃特伦提娅后出于偿债娶了一位富有的少女,但不久后爱女图利娅难产去世,他又将新妻休弃。
διανοούμενος δʼ, ὡς λέγεται, τὴν πάτριον ἱστορίαν γραφῇ περιλαβεῖν καὶ πολλὰ συμμῖξαι τῶν Ἑλληνικῶν καὶ ὅλως τοὺς συνηγμένους λόγους αὐτῷ καὶ μύθους ἐνταῦθα τρέψαι, πολλοῖς μὲν δημοσίοις, πολλοῖς δʼ ἰδίοις κατελήφθη1 πράγμασιν ἀβουλήτοις καὶ πάθεσιν, ὧν αὐθαίρετα δοκεῖ πλεῖστα συμβῆναι.
据说,他本打算撰写一部本国历史,并在其中融汇大量的希腊故事,总之将自己所收集的一切言论与传说都倾注于此,但他却遭遇了许多公私两方面不称意的事态与祸患,而其中大多数似乎是他自招的。
πρῶτον μὲν γὰρ ἀπεπέμψατο τὴν γυναῖκα Τερεντίαν ἀμεληθεὶς ὑπʼ αὐτῆς παρὰ τὸν πόλεμον, ὥστε καὶ τῶν ἀναγκαίων ἐφοδίων ἐνδεὴς ἀποσταλῆναι καὶ μηδʼ ὅτε κατῆρεν αὖθις εἰς Ἰταλίαν τυχεῖν εὐγνώμονος,2 αὐτὴ μὲν γὰρ οὐκ ἦλθεν, ἐν Βρεντεσίῳ διατρίβοντος αὐτοῦ πολὺν χρόνον, ἐρχομένῃ δὲ τῇ θυγατρί, παιδίσκῃ νέᾳ, τοσαύτην ὁδὸν, οὐ πομπὴν πρέπουσαν, οὐ χορηγίαν παρέσχεν, ἀλλὰ καὶ τὴν οἰκίαν τῷ Κικέρωνι πάντων ἔρημον καὶ κενὴν ἀπέδειξεν ἐπὶ πολλοῖς ὀφλήμασι καὶ μεγάλοις.
首先,他休弃了妻子特伦提娅,因为在内战期间受到她的怠慢,以致动身时连必需的盘缠都匮乏,即便后来再次踏上意大利的土地,也未曾得到她的体恤关照。因为当他在布伦特西翁逗留良久时,她并未前去;而当身为年轻少女的女儿跋涉如此漫长的路途前往时,她既未给予体面的护卫,也未提供补给,反倒让西塞罗回到家中时发现一切皆空空如也,且背负着多笔沉重的巨额债务。
αὗται γὰρ εἰσιν αἱ λεγόμεναι τῆς διαστάσεως εὐπρεπέσταται προφάσεις, τῇ δὲ Τερεντίᾳ καὶ ταύτας ἀρνουμένῃ λαμπρὰν ἐποίησε τὴν ἀπολογίαν3 αὐτὸς ἐκεῖνος μετʼ οὐ πολὺν χρόνον γήμας παρθένον, ὡς μὲν ἡ Τερεντία κατεφήμιζεν, ἔρωτι τῆς ὥρας, ὡς δὲ Τίρων ὁ τοῦ Κικέρωνος ἀπελεύθερος γέγραφεν, εὐπορίας ἕνεκεν πρὸς διάλυσιν δανείων.
这些便是被提出来的最体面的离婚借口;然而对于连这些指控都予以否认的特伦提娅而言,西塞罗本人不久之后娶了一位少女,反倒为她提供了绝佳的申辩理由——按特伦提娅的毁谤,他是恋慕少女青春的美色;而按西塞罗的被释奴提罗所记,则是为了获得财富以偿清债务。
ἦν γὰρ ἡ παῖς σφόδρα πλουσία, καὶ τὴν οὐσίαν αὐτῆς ὁ Κικέρων ἐν πίστει κληρονόμος ἀπολειφθεὶς4 διεφύλαττεν. ὀφείλων δὲ πολλὰς μυριάδας ὑπὸ τῶν φίλων καὶ οἰκείων ἐπείσθη τὴν παῖδα γῆμαι παρʼ ἡλικίαν καὶ τοὺς δανειστὰς ἀπαλλάξαι τοῖς ἐκείνης χρησάμενος. Ἀντώνιος δὲ τοῦ γάμου μνησθεὶς ἐν ταῖς πρὸς τοὺς Φιλιππικοὺς ἀντιγραφαῖς ἐκβαλεῖν αὐτόν φησι γυναῖκα παρʼ ᾗ ἐγήρασε· χαριέντως ἅμα τὴν οἰκουρίαν ὡς ἀπράκτου καὶ ἀστρατεύτου παρασκώπτων τοῦ Κικέρωνος.
因为那少女极为富有,西塞罗受托作为受托继承人保管着她的财产。由于他背负了数以万计的债务,在朋友和亲戚的劝说下,他才不顾年龄悬殊娶了这少女,意图用她的财富摆脱债权人的逼迫。安东尼在回应《反腓力辞》的答辩中提及这桩婚事,称他抛弃了与自己一同老去的妻子,同时以此巧妙地嘲讽西塞罗长年居家是无所作为、逃避兵役。
γήμαντι δʼ αὐτῷ μετʼ οὐ πολὺν χρόνον ἡ θυγάτηρ ἀπέθανε τίκτουσα παρὰ Λέντλῳ· τούτῳ γὰρ ἐγαμήθη μετὰ τὴν Πείσωνος τοῦ προτέρου ἀνδρὸς τελευτήν. καὶ συνῆλθον μὲν ἐπὶ τὴν παραμυθίαν τῷ Κικέρωνι πανταχόθεν οἱ φίλοι· βαρέως δʼ ἄγαν ἤνεγκε τὸ συμβεβηκός, ὥστε καὶ τὴν γαμηθεῖσαν ἀποπέμψασθαι δόξασαν ἡσθῆναι5 τῇ τελευτῇ τῆς Τυλλίας.
他结婚后不久,女儿就在伦图卢斯家中分娩时去世;在前夫皮索死后,她便改嫁给了此人。各处的朋友纷纷赶来安慰西塞罗,但他对这一不幸打击承受得过于痛苦,以至于将那新娶的年轻妻子也休弃了,因为旁人认为她竟因图利娅的死而感到欢喜。
- 41.1διανοούμενος δʼ, ὡς λέγεται, τὴν πάτριον ἱστορίαν γραφῇ περιλαβεῖν ... κατελήφθη
句首的主格现在分词 διανοούμενος 与主句的主语(西塞罗)一致,修饰主句谓语动词 κατελήφθη。分词短语内部并列了 περιλαβεῖν、συμμῖξαι 和 τρέψαι 三个不定式以说明意图的内容,整句骨架为“虽意图……却遭遇了……”。
- 41.2μηδʼ ὅτε κατῆρεν αὖθις εἰς Ἰταλίαν τυχεῖν εὐγνώμονος
τυχεῖν 是前文 ὥστε 所引导的结果从句中的不定式(与 ἀποσταλῆναι 并列),其逻辑主语为西塞罗。εὐγνώμονος 为形容词阴性属格单数,修饰所省略的代词 αὐτῆς(即特伦提娅),作为 τυχεῖν 所支配的属格补足语。
- 41.3τῇ δὲ Τερεντίᾳ καὶ ταύτας ἀρνουμένῃ λαμπρὰν ἐποίησε τὴν ἀπολογίαν
τῇ δὲ Τερεντίᾳ καὶ ταύτας ἀρνουμένῃ 是利益与格,意为“对于甚至否认这些指责的特伦提娅而言,他提供了绝佳的申辩理由”。主语是 αὐτὸς ἐκεῖνος(西塞罗本人),表现出他再婚之举讽刺性地反倒为特伦提娅洗脱了罪名。
- 41.4ἐν πίστει κληρονόμος ἀπολειφθεὶς
对应于罗马法中“受托继承人”(heres fiduciarius)的表达。ἐν πίστει 意为“在信托中”,表明西塞罗被指定为继承人并非取得绝对财产所有权,而是作为信托人代为监管该遗产。
- 41.5ὥστε καὶ τὴν γαμηθεῖσαν ἀποπέμψασθαι δόξασαν ἡσθῆναι
在 ὥστε 引导的结果从句中,不定式 ἀποπέμψασθαι 的逻辑主语为前文的西塞罗,宾格分词 τὴν γαμηθεῖσαν(新娶的妻子)作其直接宾语。与其一致的宾格分词 δόξασαν 支配不定式 ἡσθῆναι(被认为感到高兴),用以说明休妻的原由。
