← 普鲁塔克

西塞罗传

§40.1-40.4

退隐政坛与哲学著述及术语翻译

在专制政制确立后,西塞罗退隐政坛,致力于教导贵族青年、将希腊哲学概念翻译为拉丁语以及文学创作,仅偶尔进城向恺撒致意并献上巧妙赞辞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

ἐκ τούτου Κικέρων, εἰς μοναρχίαν τῆς πολιτείας μεθεστώσης, ἀφέμενος τοῦ τὰ κοινὰ πράττειν ἐσχόλαζε τοῖς βουλομένοις φιλοσοφεῖν τῶν νέων, καὶ σχεδὸν ἐκ τῆς πρὸς τούτους συνηθείας, εὐγενεστάτους καὶ πρώτους ὄντας, αὖθις ἴσχυεν ἐν τῇ πόλει μέγιστον.

此后,政制转变为君主制,西塞罗便脱离公务,专心陪伴青年中那些有志于研习哲学的人;大抵由于与这些出身最高贵、首屈一指的年轻人的交往,他再次在城邦中掌握了极大的影响力。

§40.2

αὐτῷ δʼ ἔργον μὲν ἦν τὸ τοὺς φιλοσόφους συντελεῖν διαλόγους καὶ μεταφράζειν, καὶ τῶν διαλεκτικῶν ἢ φυσικῶν ὀνομάτων ἕκαστον εἰς Ῥωμαϊκὴν μεταβάλλειν διάλεκτον ἐκεῖνος γάρ ἐστιν, ὥς φασιν, ὁ καὶ τὴν φαντασίαν καὶ τὴν συγκατάθεσιν καὶ τὴν ἐποχὴν καὶ τὴν κατάληψιν, ἔτι δὲ τὸ ἄτομον, τὸ ἀμερές, τὸ κενὸν, ἄλλα τε πολλὰ τῶν τοιούτων ἐξονομάσας πρῶτος ἢ μάλιστα1 Ῥωμαίοις, τὰ μὲν μεταφοραῖς, τὰ δʼ οἰκειότησιν ἄλλαις γνώριμα καὶ προσήγορα μηχανησάμενος.

他的事业在于编撰并翻译哲学对话录,把每一个辩证法或自然哲学的概念转化为罗马语言。据人们所说,正是他最先或最恰当地为罗马人创设了诸如“表象”、“赞同”、“悬搁判断”、“把握”,乃至“原子”、“不可分物”、“虚空”等众多此类概念的专门名称,其中一些借助于隐喻,另一些则借助于其他贴切的表达,使其变得通俗而合用。

§40.3

τῇ δὲ πρὸς τὴν ποίησιν εὐκολίᾳ παίζων ἐχρῆτο. λέγεται γάρ, ὁπηνίκα ῥυείη2 πρὸς τὸ τοιοῦτον, τῆς νυκτὸς ἔπη ποιεῖν πεντακόσια. τὸ μὲν οὖν πλεῖστον τοῦ χρόνου τούτου περὶ Τοῦσκλον ἐν χωρίοις αὑτοῦ διάγων ἔγραφε πρὸς τοὺς φίλους Λαέρτου βίον ζῆν, εἴτε παίζων, ὡς ἔθος εἶχεν, εἴθʼ ὑπὸ φιλοτιμίας σπαργῶν πρὸς τὴν πολιτείαν καὶ ἀδημονῶν τοῖς καθεστῶσι.

对于诗歌创作的敏捷才华,他只在闲适玩赏中加以施展。因为据说每当他在诗情洋溢时,一夜之间便能作成五百行诗句。这一时期的大部分时光,他都在图斯库卢姆周边的自家庄园度过,并给朋友们写信说自己过着拉厄耳忒斯式的生活,这或许是按其素来的习惯在开玩笑,或许是出于政治雄心的膨胀渴望用世而对当下的局面深感抑郁。

§40.4

σπανίως δʼ εἰς ἄστυ θεραπείας ἕνεκα τοῦ Καίσαρος κατῄει, καὶ πρῶτος ἦν τῶν συναγορευόντων ταῖς τιμαῖς καὶ λέγειν ἀεί τι καινὸν εἰς τὸν ἄνδρα καὶ τὰ πραττόμενα φιλοτιμουμένων, οἷόν ἐστι καὶ τὸ περὶ τῶν Πομπηίου λεχθὲν εἰκόνων, ἃς ἀνῃρημένας καὶ καταβεβλημένας ὁ Καῖσαρ ἐκέλευσεν ἀνασταθῆναι· καὶ ἀνεστάθησαν. ἔφη γὰρ ὁ Κικέρων ὅτι ταύτῃ τῇ φιλανθρωπίᾳ Καῖσαρ τοὺς μὲν Πομπηίου ἵστησι, τοὺς δʼ αὑτοῦ πήγνυσιν ἀνδριάντας.3

他极少下城前往罗马,去也仅是为了朝觐恺撒;而在赞同授予恺撒荣誉、竞相为其个人及作为发表新颖颂词的人群中,他总是名列前茅。关于庞培雕像的评价便是一例:那些曾被拆除倒塌的雕像,恺撒下令重新竖立,而它们确实被重新树立起来了。因为西塞罗说,恺撒以这种宽宏之举,不仅是在竖立庞培的雕像,更是在将自己的雕像牢牢奠立。

语法注3 条
  1. 40.2πρῶτος ἢ μάλιστα

    修饰分词 ὁ ἐξονομάσας 的表语性/副词性搭配,意为“最早或最妥帖地”。表明西塞罗要么是这些拉丁哲学概念的首创者,要么是确立这些术语最权威、最有效的人。

  2. 40.3ὁπηνίκα ῥυείη

    在时间连词 ὁπηνίκα 引导的从属从句中,使用希求法表示过去反复发生的动作(反复希求法)。ῥυείη 是动词 ῥέω(流动)的被动不定过去式希求法第三人称单数,在此隐喻性地表示每当他“顺应诗思涌流”之时。

  3. 40.4τοὺς μὲν Πομπηίου ἵστησι, τοὺς δʼ αὑτοῦ πήγνυσιν ἀνδριάντας

    动词 ἵστημι(竖立、重立)与 πήγνυμι(牢固奠立、深植)之间的修辞性对照结构。通过动词的词义递进,生动呈现了恺撒虽只是在物理上“扶起”庞培的雕像,实质上却在道德与声望上“牢固确立”了他自己的雕像。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:40.1-40.4