← 普鲁塔克

西塞罗传

§39.1-39.6

恺撒的宽待与利加里乌斯辩护演说

法萨卢斯战败后,西塞罗推辞指挥权险遭杀害,获加图相救后回到意大利,受到恺撒的宽厚礼遇。此后恺撒始终敬重西塞罗,并在利加里乌斯受审时被西塞罗卓越的雄辩深深打动,最终宣布免去其罪责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

ἀλλὰ γὰρ γενομένης τῆς κατὰ Φάρσαλον μάχης, ἧς οὐ μετέσχε διʼ ἀρρωστίαν, καὶ Πομπηίου φυγόντος, ὁ μὲν Κάτων καὶ στράτευμα συχνὸν ἐν Δυρραχίῳ καὶ στόλον ἔχων μέγαν ἐκεῖνον ἠξίου στρατηγεῖν κατὰ νόμον καὶ τὸ τῆς ὑπατείας ἀξίωμα προὔχοντα, διωθούμενος δὲ τὴν ἀρχὴν ὁ Κικέρων καὶ ὅλως φεύγων τὸ συστρατεύεσθαι παρʼ οὐδὲν ἦλθεν ἀναιρεθῆναι,1 Πομπηίου τοῦ νέου καὶ τῶν φίλων προδότην ἀποκαλούντων καὶ τὰ ξίφη σπασαμένων, εἰ μὴ Κάτων ἐνστὰς μόλις ἀφείλετο καὶ διῆκεν αὐτὸν ἐκ τοῦ στρατοπέδου, κατασχὼν δʼ εἰς Βρεντέσιον ἐνταῦθα διέτριβε, Καίσαρα περιμένων βραδύνοντα διὰ τὰς ἐν Ἀσίᾳ καὶ περὶ Αἴγυπτον ἀσχολίας.

然而,法萨卢斯战役发生时(西塞罗因病未能参战),庞培溃逃,加图在迪拉基乌姆拥有一支可观的陆军与庞大的舰队,便依据法律并鉴于西塞罗拥有更高的执政官资历与声望,要求由他来统领全军;但西塞罗坚决推卸指挥权,全然回避共同从军,差一点就被诛杀;因为年轻的庞培及其友人们斥责他为叛徒并拔出了利剑,若非加图挺身阻拦、好不容易救下他并放他离开营地,他便性命不保。西塞罗抵达布伦迪西乌姆并在那里滞留,等待因亚细亚及埃及一带的要务而耽搁行程的恺撒。

§39.3

ἐπεὶ δʼ εἰς Τάραντα καθωρμισμένος ἀπηγγέλλετο καὶ πεζῇ παριϊὼν ἐκεῖθεν εἰς Βρεντέσιον, ὥρμησε πρὸς αὐτόν, οὐ πάνυ μὲν ὢν δύσελπις, αἰδούμενος δὲ πολλῶν παρόντων ἀνδρὸς ἐχθροῦ καὶ κρατοῦντος λαμβάνειν πεῖραν. οὐ μὴν ἐδέησεν αὐτῷ πρᾶξαί τι παρʼ ἀξίαν ἢ εἰπεῖν.2

当获报恺撒已在塔兰托靠港、正从那里循陆路前往布伦迪西乌姆时,西塞罗便动身前去迎接;他虽非全无指望,却也因在众人环伺之下要去试探一个身为胜者且是敌手的人而感到难为情。不过,他并不需要做出任何有失身份的举动或说出失体统的话语。

§39.4

ὁ γὰρ Καῖσαρ, ὡς εἶδεν αὐτὸν πολὺ πρὸ τῶν ἄλλων ἀπαντῶντα, κατέβη καὶ ἠσπάσατο καὶ διαλεγόμενος μόνῳ συχνῶν σταδίων ὁδὸν προῆλθεν. ἐκ δὲ τούτου διετέλει τιμῶν καὶ φιλοφρονούμενος, ὥστε καὶ γράψαντι λόγον ἐγκώμιον Κάτωνος ἀντιγράφων τόν τε λόγον αὐτοῦ καὶ τόν βίον ὡς μάλιστα τῷ Περικλέους ἐοικότα καὶ Θηραμένους ἐπαινεῖν.

因为恺撒一见到他远在众人之前迎面走来,便翻身下马向他致意,并与他单独交谈着同行了许多斯塔德的行程。自此以后,恺撒始终对他礼遇有加、态度友善,以致在西塞罗撰写了一篇赞颂加图的演说词后,恺撒在写书反驳时,仍称赞西塞罗的辩才与一生最似伯里克利和塞拉门尼斯。

§39.5

ὁ μὲν οὖν Κικέρωνος λόγος Κάτων, ὁ δὲ Καίσαρος Ἀντικάτων ἐπιγέγραπται. λέγεται δὲ καὶ Κοΐντου Λιγαρίου δίκην φεύγοντος ὅτι τῶν Καίσαρος πολεμίων εἷς ἐγεγόνει, καὶ Κικέρωνος αὐτῷ βοηθοῦντος, εἰπεῖν τόν Καίσαρα πρὸς τοὺς φίλους· τί κωλύει διὰ χρόνου Κικέρωνος ἀκοῦσαι λέγοντος, ἐπεὶ πάλαι κέκριται πονηρὸς ὁ ἀνὴρ καὶ πολέμιος;

西塞罗的演说题为《加图》,而恺撒的反驳著作则题为《反加图》。据说,当昆图斯·利加里乌斯因曾是恺撒的敌手之一而受审、西塞罗出面为他辩护时,恺撒曾对友人们说: “既然那人早已被判定为恶棍和公敌,隔了这么久,听听西塞罗的演说又何妨呢?”

§39.6

ἐπεὶ δʼ ἀρξάμενος λέγειν ὁ Κικέρων ὑπερφυῶς ἐκίνει καὶ προὔβαινεν αὐτῷ πάθει τε ποικίλος καὶ χάριτι θαυμαστὸς ὁ λόγος, πολλὰς μὲν ἱέναι χρόας ἐπὶ τοῦ προσώπου τόν Καίσαρα,3 πάσας δὲ τῆς ψυχῆς τρεπόμενον τροπὰς κατάδηλον εἶναι, τέλος δὲ τῶν κατὰ Φάρσαλον ἁψαμένου τοῦ ῥήτορος ἀγώνων ἐκπαθῆ γενόμενον τιναχθῆναι τῷ σώματι καὶ τῆς χειρὸς ἐκβαλεῖν ἔνια τῶν γραμματείων, τόν γοῦν ἄνθρωπον ἀπέλυσε τῆς αἰτίας βεβιασμένος.

然而,当西塞罗开始陈词,他的言辞便异乎寻常地打动人心;演说步步推进,情感跌宕起伏,风采令人叹服。据述恺撒面色数度变幻,显然经历了灵魂的一切激荡震颤;最终,当辩论家触及法萨卢斯的激战时,恺撒激动难抑,浑身发抖,以致从手中失落了部分文书;无论如何,他终究被彻底折服,免除了那人的罪责。

语法注3 条
  1. 39.1παρʼ οὐδὲν ἦλθεν ἀναιρεθῆναι

    成语结构 παρʼ οὐδὲν ἦλθε + 不定词,意为“差一点就……”、“险些……”。与 παρὰ μικρόν 同义,在此充当后文非真实条件句 εἰ μὴ... ἀφείλετο 的主句归结部分(apodosis)。

  2. 39.3οὐ μὴν ἐδέησεν αὐτῷ πρᾶξαί τι παρʼ ἀξίαν ἢ εἰπεῖν.

    无人称动词 δεῖ(此处为不定过去时 ἐδέησεν)接与格代词 αὐτῷ 及不定词短语,意为“然而他并无必要做出或说出任何有失体统之事”。οὐ μήν 构成强烈的转折过渡。

  3. 39.6πολλὰς μὲν ἱέναι χρόας ἐπὶ τοῦ προσώπου τόν Καίσαρα

    本句承接第5节开头的 λέγεται(据说),跨越插入的时间从句 ἐπεὶ δʼ...,形成以 τόν Καίσαρα 为宾格主语、ἱέναι(以及后文的 τιναχθῆναι、ἐκβαλεῖν)为不定词的“带宾格的不定词”(A.c.I.)间接引语结构。最终在句末以直陈式 ἀπέλυσε 结束。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:39.1-39.6