- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:3.1-3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
青年西塞罗研习法律与兵事,内乱期间潜心学问;苏拉掌权后,他挺身为罗斯基乌斯辩护并获大胜,但因惧怕苏拉而借口调养身体前往希腊。
ἀπαλλαγεὶς δὲ τῶν ἐν παισὶ διατριβῶν Φίλωνος ἤκουσε τοῦ ἐξ Ἀκαδημείας, ὃν μάλιστα Ῥωμαῖοι τῶν Κλειτομάχου συνήθων καί διὰ τὸν λόγον ἐθαύμασαν καί διὰ τὸν τρόπον ἠγάπησαν. ἅμα δὲ τοῖς περὶ Μούκιον ἀνδράσι συνών πολιτικοῖς καὶ πρωτεύουσι τῆς βουλῆς εἰς ἐμπειρίαν τῶν νόμων ὠφελεῖτο· καί τινα χρόνον καί στρατείας μετέσχεν ὑπὸ Σύλλᾳ περὶ τὸν Μαρσικὸν πόλεμον.
脱离了少年时期的学业后,他聆听了学园派斐洛的讲学,在克莱托马库斯的门徒中,罗马人因其言谈最为钦佩〔斐洛〕,又因其为人而由衷喜爱他。与此同时,他与穆基乌斯及其同道——即精通政务的显要元老院议员们交往,在法律实务经验方面大受裨益;在同盟者战争期间,他还曾在苏拉麾下服役过一段时间。
εἶθʼ ὁρῶν εἰς στάσιν, ἐκ δὲ τῆς στάσεως εἰς ἄκρατον ἐμπίπτοντα τὰ πράγματα μοναρχίαν, ἐπὶ τὸν σχολαστὴν καί θεωρητικὸν ἐλθὼν βίον Ἕλλησί συνῆν φιλολόγοις καί προσεῖχε τοῖς μαθήμασιν, ἄχρι οὗ Σύλλας ἐκράτησε καί κατάστασίν τινα λαμβάνειν ἔδοξεν ἡ πόλις. ἐν δὲ τῷ χρόνῳ τούτῳ Χρυσόγονος ἀπελεύθερος Σύλλα προσαγγείλας τινὸς οὐσίαν ὡς ἐκ προγραφῆς ἀναιρεθέντος αὐτὸς ἐωνήσατο δισχιλίων δραχμῶν.
随后,鉴于局势陷入内讧,又由内讧滑入赤裸裸的独裁专制,他便转向学者式与沉思式的生活,与希腊学者交往并潜心钻研各种学问,直到苏拉确立了统治,城邦似乎恢复了某种秩序。正是在此期间,苏拉的被释奴克律索戈诺斯告发某人的产业,声称其人是在公敌宣告中被处死的,自己以两千德拉克马将其买下。
ἐπεὶ δὲ Ῥώσκιος1 ὁ υἱὸς καί κληρονόμος τοῦ τεθνηκότος ἠγανάκτει καί τὴν οὐσίαν ἀπεδείκνυε πεντήκοντα καί διακοσίων ταλάντων οὖσαν ἀξίαν, ὅ τε Σύλλας ἐλεγχόμενος ἐχαλέπαινε καί δίκην πατροκτονίας ἐπῆγε τῷ Ῥωσκίῳ, τοῦ Χρυσογόνου κατασκευάσαντος, ἐβοήθει δʼ οὐδείς, ἀλλʼ ἀπετρέποντο τοῦ Σύλλα τὴν χαλεπότητα δεδοικότες, οὕτω δὴ διʼ ἐρημίαν τοῦ μειρακίου τῷ Κικέρωνι προσφυγόντος οἱ φίλοι συμπαρώρμων, ὡς οὐκ ἂν αὐτῷ λαμπροτέραν αὖθις ἀρχὴν πρὸς δόξαν ἑτέραν οὐδὲ καλλίω γενησομένην.2 ἀναδεξάμενος οὖν τὴν συνηγορίαν καὶ κατορθώσας ἐθαυμάσθη· δεδιὼς δὲ τὸν Σύλλαν ἀπεδήμησεν εἰς τὴν Ἑλλάδα, διασπείρας λόγον ὡς τοῦ σώματος αὐτῷ θεραπείας δεομένου.3
但死者的儿子兼继承人罗斯基乌斯对此愤慨不已,并证明该产业实值两百五十塔兰同。苏拉因被揭露而勃然大怒,并顺着克律索戈诺斯罗织的圈套,对罗斯基乌斯提起了弑父之诉。没有人敢施以援手,众人都因畏惧苏拉的残暴而避之唯恐不及。就这样,这个走投无路的年轻人求助于西塞罗,朋友们也从旁力劝西塞罗,称他此后绝不会再有比这更辉煌、更崇高的成名的另一起点。于是他承揽了辩护并大获全胜,赢得了人们的惊叹;但他畏惧苏拉,遂散布自己身体抱恙需要调养的传言,动身前往希腊。
καί γὰρ ἦν ὄντως ἰσχνὸς καί ἄσαρκος, ἀρρωστίᾳ στομάχου μικρὰ καί γλίσχρα μόγις ὀψὲ τῆς ὥρας προσφερόμενος· ἡ δὲ φωνὴ πολλὴ μὲν καί ἀγαθή, σκληρὰ δὲ καί ἄπλαστος, ὑπὸ δὲ τοῦ λόγου σφοδρότητα καί πάθος ἔχοντος ἀεὶ διὰ τῶν ἄνω τόνων ἐλαυνομένη φόβον παρεῖχεν ὑπὲρ τοῦ σώματος.
事实上,他当时确实面黄肌瘦、缺乏筋肉,由于胃病,直到很晚的时刻才勉强进食少量清淡之物;他的嗓音虽洪亮饱满,却生硬且未经调理,又被他那充溢着激烈与激情的言辞不断推向高音,令人难免为他的身体状况担忧。
- 3.3ἐπεὶ δὲ Ῥώσκιος
由 ἐπεὶ 引导的长句结构。从属时间从句(ἐπεὶ δὲ Ῥώσκιος ... ἠγανάκτει καί ... ἀπεδείκνυε ...)随后与 ὅ τε Σύλλας ... ἐχαλέπαινε ... ἐβοήθει δʼ οὐδείς 并列,最终承接至由 οὕτω δή 引起的陈述中。后世校勘中的句号将该句切断,但在逻辑和句法上,这是一个完整的因果链条(“当罗斯基乌斯愤怒并证明……苏拉震怒并起诉……而无人敢救助时,就这样他求助于西塞罗”)。
- 3.4ὡς οὐκ ἂν αὐτῷ λαμπροτέραν αὖθις ἀρχὴν πρὸς δόξαν ἑτέραν οὐδὲ καλλίω γενησομένην
动词 συμπαρώρμων(“敦促,激励”)之后所带的间接引语,采用了 ὡς + 宾格分词(γενησομένην,修饰 ἀρχήν)+ ἄν 的句式。此处并非由 ὡς 引导的定式动词从句,而是用分词结构表达主观想法;ἄν 与将来分词连用,表达强烈的推测或潜在语气(“绝不可能再有更辉煌的起点”)。
- 3.4ὡς τοῦ σώματος αὐτῷ θεραπείας δεομένου
伴有连词 ὡς 的独立属格(genitivus absolutus),用来表达主语提出的主观借口或名义(“以身体需要调养为由”)。它与前文的 διασπείρας λόγον(“散布说法”)相互呼应,标示这并非客观事实陈述,而是他为了离开罗马所制造的托辞。
