- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:38.1-38.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗前往庞培军营后,因鲁莽来投而遭到加图的责备,亦未受庞培重用,遂屡屡以刻薄辛辣的言辞讥刺周围之人。
τοῦ δὲ Καίσαρος εἰς Ἰβηρίαν ἀπάραντος, εὐθὺς ὡς Πομπήιον ἔπλευσε· καὶ τοῖς μὲν ἄλλοις ἀσμένοις ὤφθη, Κάτων δʼ αὐτὸν ἰδὼν ἰδίᾳ πολλὰ κατεμέμφετο Πομπηίῳ προσθέμενον· αὐτῷ μὲν γὰρ οὐχὶ καλῶς ἔχειν ἐγκαταλιπεῖν ἣν ἀπʼ ἀρχῆς εἵλετο τῆς πολιτείας τάξιν, ἐκεῖνον δὲ χρησιμώτερον ὄντα τῇ πατρίδι καὶ τοῖς φίλοις εἰ μένων ἴσος ἐκεῖ πρὸς τὸ ἀποβαῖνον ἡρμόζετο, κατʼ οὐδένα λογισμὸν οὐδʼ ἐξ ἀνάγκης πολέμιον γεγονέναι Καίσαρι καὶ τοσούτου μεθέξοντα κινδύνου δεῦρʼ ἥκειν.1
恺撒开赴伊比利亚之后,西塞罗随即乘船前往庞培处;其余人都欣然迎接他,但加图私下见他时,却严厉责备他投靠了庞培。加图指出,就自己而言,放弃从一开始所选定的政治立场固然不当,但西塞罗若是留在原地保持中立、顺应时局的变化,本可对祖国和友人更为有用,如今却毫无算计、毫无必要地沦为恺撒的仇敌,来到此地分担如此巨大的危险。
οὗτοί τε δὴ τοῦ Κικέρωνος ἀνέστρεφον οἱ λόγοι τὴν γνώμην, καὶ τὸ μέγα μηδὲν αὐτῷ χρῆσθαι Πομπήιον.2 αἴτιος δʼ ἦν αὐτός οὐκ ἀρνούμενος μεταμέλεσθαι, φλαυρίζων δὲ τοῦ Πομπηίου τὴν παρασκευήν καὶ πρὸς τὰ βουλεύματα δυσκολαίνων ὑπούλως, καὶ τοῦ παρασκώπτειν τι καὶ λέγειν χαρίεν εἰς τοὺς συμμάχους οὐκ ἀπεχόμενος, ἀλλʼ αὐτός μὲν ἀγέλαστος ἀεὶ περιιὼν ἐν τῷ στρατοπέδῳ καὶ σκυθρωπός, ἑτέροις δὲ παρέχων γέλωτα μηδὲν δεομένοις.
加图的这些话确实动摇了西塞罗的心志,庞培对他未予重用亦是原因之一。不过这责任在他自己,因为他毫不掩饰自己的悔意,轻视庞培的备战,对庞培的谋略暗怀不满,且管不住自己去嘲弄、挖苦同盟者;他自己整日在营地中面无笑容、神色阴沉地走动,却给那些全无意愿的人徒增笑料。
βέλτιον δὲ καὶ τούτων ὀλίγα παραθέσθαι. Δομιτίου τοίνυν ἄνθρωπον εἰς τάξιν ἡγεμονικὴν ἄγοντος οὐ πολεμικόν καὶ λέγοντος ὡς ἐπιεικὴς τὸν τρόπον ἐστι καὶ σώφρων, τί οὖν, εἶπεν, οὐκ ἐπίτροπον αὐτὸν τοῖς τέκνοις φυλάσσεις;
最好也在这里列举几则他的言辞。当多米提乌斯将一个缺乏作战才能之人提拔至统帅之位,并称此人性格温和而审慎时,“那么,”他说道,“你为何不留着他做你孩子的监护人呢?”
ἐπαινούντων δέ τινων Θεοφάνην τὸν Λέσβιον, ὃς ἦν ἐν τῷ στρατοπέδῳ τεκτόνων ἔπαρχος, ὡς εὖ παραμυθήσαιτο Ῥοδίους τὸν στόλον ἀποβαλόντας, ἡλίκον, εἶπεν, ἀγαθόν ἐστι τὸ Γραικὸν ἔχειν ἔπαρχον Καίσαρος δὲ κατορθοῦντος τὰ πλεῖστα καὶ τρόπον τινὰ πολιορκοῦντος αὐτούς, Λέντλῳ μὲν εἰπόντι πυνθάνεσθαι στυγνοὺς εἶναι τοὺς Καίσαρος φίλους, ἀπεκρίνατο λέγεις αὐτοὺς δυσνοεῖν Καίσαρι.
当有人赞扬营中的工程长官莱斯博斯人塞奥法涅斯,说他在罗得岛人丧失舰队后抚慰得当之时,“这是何等幸事啊,”他说道,“竟然能有一位希腊人当长官!” 当恺撒屡屡得手、并在某种程度上围困他们时,伦图卢斯说听说恺撒的友人们脸色阴沉,西塞罗答道: “你这是在说他们对恺撒心怀不满吧。”
Μαρκίου δέ τινος ἥκοντος ἐξ Ἰταλίας νεωστὶ καὶ λέγοντος ἐν Ῥώμῃ φήμην ἐπικρατεῖν ὡς πολιορκοῖτο Πομπήιος, εἶτʼ ἐξέπλευσας, εἶπεν, ἵνα τοῦτο πιστεύσῃς αὐτός θεασάμενος; μετὰ δὲ τὴν ἧτταν Νοννίου μὲν εἰπόντος ὅτι δεῖ χρηστὰς ἐλπίδας ἔχειν, ἑπτὰ γὰρ ἀετοὺς ἐν τῷ στρατοπέδῳ τοῦ Πομπηίου λελεῖφθαι, καλῶς ἄν, ἔφη, παρῄνεις, εἰ κολοιοῖς ἐπολεμοῦμεν.3
又有某个刚从意大利赶来的马尔基乌斯说罗马城中盛传庞培被围,“那么你出海航行,”他说道,“就是为了亲眼见到才肯相信吗?” 战败之后,农尼乌斯说应当抱有良好希望,因为庞培营中尚留有七面鹰旗,“你的忠告本是不错的,”他说道,“只要我们是在同寒鸦交战。”
Λαβιηνοῦ δὲ μαντείαις τισὶν ἰσχυριζομένου καὶ λέγοντος ὡς δεῖ περιγενέσθαι Πομπήιον, οὐκοῦν, ἔφη, στρατηγήματι τούτῳ χρώμενοι νῦν ἀποβεβλήκαμεν τὸ στρατόπεδον.
而当拉比埃努斯依凭某些神谕坚称庞培必定取胜时,“正因如此,”他说道,“依靠这种用兵谋略,我们现在已经丢掉了营寨。”
- 38.1αὐτῷ μὲν γὰρ οὐχὶ καλῶς ἔχειν ἐγκαταλιπεῖν ἣν ἀπʼ ἀρχῆς εἵλετο τῆς πολιτείας τάξιν, ἐκεῖνον δὲ χρησιμώτερον ὄντα τῇ πατρίδι καὶ τοῖς φίλοις εἰ μένων ἴσος ἐκεῖ πρὸς τὸ ἀποβαῖνον ἡρμόζετο, κατʼ οὐδένα λογισμὸν οὐδʼ ἐξ ἀνάγκης πολέμιον γεγονέναι Καίσαρι καὶ τοσούτου μεθέξοντα κινδύνου δεῦρʼ ἥκειν.
由動詞 κατεμέμφετο 引導的間接引語(賓格加不定式結構)。代詞形成鮮明對比:αὐτῷ 指加圖本人,ἐκεῖνον 指西塞羅。αὐτῷ 為與格,受非人稱表達 οὐχὶ καλῶς ἔχειν(其後接不定式 ἐγκαταλιπεῖν)支配;後半句的句法骨幹為賓格主語 ἐκεῖνον 支配兩個不定式 γεγονέναι 和 ἥκειν,中間嵌套了分詞 ὄντα 和條件從句 εἰ ... ἡρμόζετο。
- 38.2οὗτοί τε δὴ τοῦ Κικέρωνος ἀνέστρεφον οἱ λόγοι τὴν γνώμην, καὶ τὸ μέγα μηδὲν αὐτῷ χρῆσθαι Πομπήιον.
動詞 ἀνέστρεφον 的主語由 τε ... καί 連接的兩部分組成:名詞短語 οὗτοι ... οἱ λόγοι 以及帶冠詞不定式短語 τὸ ... χρῆσθαι Πομπήιον。在不定式短語中,Πομπήιον 是賓格邏輯主語,αὐτῷ 是與格補足語,μέγα μηδέν 作副詞性賓格(內在賓格)修飾 χρῆσθαι。
- 38.5καλῶς ἄν ... παρῄνεις, εἰ κολοιοῖς ἐπολεμοῦμεν.
典型的與現在事實相反的非真實條件句。主句由未完成過去時加 ἄν 構成(καλῶς ἄν ... παρῄνεις),從句由 εἰ 加未完成過去時直陳式構成(εἰ κολοιοῖς ἐπολεμοῦμεν),意為「如果我們是在同寒鴉作戰,你的勸告本是不錯的(但現實並非如此)」。
