← 普鲁塔克

西塞罗传

§37.1-37.3

调停恺撒与庞培的尝试及西塞罗的苦恼

在内战阴云密布之际,西塞罗宁愿追求恺撒与庞培的和解也不求凯旋式之荣,并极力居中调停;在庞培撤离罗马后,他在两者间深陷抉择的苦恼,并愤然拒绝了恺撒阵营劝其置身事外的提议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ἐν μὲν οὖν τῇ βουλῇ ψηφιζομένων αὐτῷ θρίαμβον ἥδιον ἂν ἔφη παρακολουθῆσαι1 Καίσαρι θριαμβεύοντι συμβάσεων γενομένων ἰδίᾳ δὲ συνεβούλευε πολλὰ μὲν Καίσαρι γράφων, πολλὰ δʼ αὑτοῦ Πομπηίου δεόμενος, πραΰνων ἑκάτερον καὶ παραμυθούμενος, ὡς δʼ ἦν ἀνήκεστα καὶ Καίσαρος ἐπερχομένου Πομπήιος οὐκ ἔμεινεν, ἀλλὰ μετὰ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν τὴν πόλιν ἐξέλιπε, ταύτης μὲν ἀπελείφθη τῆς φυγῆς ὁ Κικέρων, ἔδοξε δὲ Καίσαρι προστίθεσθαι.

因此,当元老院准备为他决议举行凯旋式时,他表示,若能达成和解,他更乐意跟随在举行凯旋式的恺撒身后。私下里,他屡进忠告,频频致信恺撒,又极力恳求庞培本人,抚慰劝导双方。然而,当事态到了无可挽回的地步、恺撒兵锋逼近之时,庞培并未坚守,而是同许多名流贤士一同弃城而去;西塞罗未能参与这次撤退,且似乎倾向于倒向恺撒。

§37.2

καὶ δῆλός ἐστι τῇ γνώμῃ πολλὰ ῥιπτασθεὶς ἐπʼ ἀμφότερα καὶ δυσπαθήσας.2 γράφει γὰρ ἐν ταῖς ἐπιστολαῖς διαπορεῖν ποτέρωσε χρὴ τρέπεσθαι, Πομπηίου μὲν ἔνδοξον καὶ καλὴν ὑπόθεσιν πρὸς τὸν πόλεμον ἔχοντος, Καίσαρος δʼ ἄμεινον τοῖς πράγμασι χρωμένου καὶ μᾶλλον ἑαυτὸν καὶ τοὺς φίλους σῴζοντος, ὥστʼ ἔχειν μὲν ὃν φύγῃ,3 μὴ ἔχειν δὲ πρὸς ὃν φύγῃ.

但他显然在内心深处反复动摇于两者之间,痛苦万分。因为他在书信中写道,自己正困惑于该投向哪一方,盖因庞培一方拥有进行战争的显赫而崇高的大义,但恺撒在处事上更为得当,也更能保全自己与友人,以至于自己有可逃避之人,却无所投奔之人。

§37.3

Τρεβατίου δέ, τινος τῶν Καίσαρος ἑταίρων, γράψαντος ἐπιστολήν ὅτι Καῖσαρ οἴεται δεῖν μάλιστα μὲν αὐτὸν ἐξετάζεσθαι μεθʼ αὑτοῦ καὶ τῶν ἐλπίδων μετέχειν, εἰ δʼ ἀναδύεται διὰ γῆρας, εἰς τὴν Ἑλλάδα βαδίζειν κἀκεῖ καθήμενον ἡσυχίαν ἄγειν ἐκποδὼν ἀμφοτέροις γενόμενον, θαυμάσας ὁ Κικέρων ὅτι Καῖσαρ αὐτὸς οὐκ ἔγραψεν, ἀπεκρίνατο πρὸς ὀργὴν ὡς οὐδὲν ἀνάξιον πράξει τῶν πεπολιτευμένων. τὰ μὲν οὖν ἐν ταῖς ἐπιστολαῖς γεγραμμένα τοιαῦτα ἐστι.

当恺撒的伙伴之一特雷巴提乌斯致信于他,转达恺撒的意见,认为他最好站在恺撒一边并共享前途,若因年迈而退缩,则应前往希腊避开双方纷争、偏安一隅时,西塞罗对恺撒本人未亲自致信感到诧异,遂愤然回复道,自己绝不做任何有辱于往昔政治生涯之事。书信中所记载的大致便是这般情形。

语法注3 条
  1. 37.1ἥδιον ἂν ἔφη παρακολουθῆσαι

    间接引语中“ἄν + 不定式”(παρακολουθῆσαι ἄν)的结构,对应于直接引语中的潜能/条件希求式(ἥδιον ἂν παρακολουθήσαιμι)。随后的独立属格 συμβάσεων γενομένων(“若能达成和解”)在此充当了条件从句的角色。

  2. 37.2δῆλός ἐστι τῇ γνώμῃ πολλὰ ῥιπτασθεὶς ἐπʼ ἀμφότερα καὶ δυσπαθήσας

    δῆλός ἐστι 与分词(ῥιπτασθείς, δυσπαθήσας)搭配的人称结构(意为“他显然……动摇了”)。这与非人称结构 δῆλόν ἐστιν ὅτι ... 同义,但在古典散文中更倾向于使用人称主语配合分词的形式。τῇ γνώμῃ 为涉及与格(“在心思/见解上”)。

  3. 37.2ὥστʼ ἔχειν μὲν ὃν φύγῃ, μὴ ἔχειν δὲ πρὸς ὃν φύγῃ

    关系从句中的虚拟式 φύγῃ 源自审议虚拟式(deliberative subjunctive)在关系从句中的运用(“该逃避谁”、“该投奔向谁”)。与 ἔχειν / μὴ ἔχειν 结合,构成了表达进退维谷之窘境的名言对仗句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:37.1-37.3