- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:36.1-36.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗出任奥古尔祭司后前往西里西亚担任行省长官,以廉洁温和的治理与军事战功荣获统帅称号,随后在内战一触即发之际返回罗马。
γίνεται δὲ καὶ τῶν ἱερέων οὓς Αὔγουρας Ῥωμαῖοι καλοῦσιν, ἀντὶ Κράσσου τοῦ νέου μετὰ τὴν ἐν Πάρθοις αὐτοῦ τελευτήν. εἶτα κλήρῳ λαχὼν τῶν ἐπαρχιῶν Κιλικίαν καὶ στρατὸν ὁπλιτῶν μυρίων καὶ δισχιλίων, ἱππέων δὲ δισχιλίων ἑξακοσίων, ἔπλευσε, προσταχθὲν αὐτῷ καὶ τὰ περὶ Καππαδοκίαν Ἀριοβαρζάνῃ τῷ βασιλεῖ φίλα καὶ πειθήνια παρασχεῖν.1
在小克拉苏战死于帕提亚之后,〔西塞罗〕接替其职位,也成为了罗马人称作奥古尔的祭司之一。随后,他通过抽签获得了西里西亚行省的管辖权,并统领由一万二千名重装步兵与二千六百名骑兵组成的军队,遂扬帆启程;他同时受命使卡帕多细亚的局势归顺并服从于国王阿里奥巴尔赞。
ταῦτα τε δὴ παρεστήσατο καὶ συνήρμοσεν ἀμέμπτως ἄτερ πολέμου, τούς τε Κίλικας ὁρῶν πρός τὸ Παρθικὸν πταῖσμα Ῥωμαίων καὶ τὸν ἐν Συρίᾳ νεωτερισμὸν ἐπηρμένους κατεπράυνεν ἡμέρως ἄρχων, καὶ δῶρα μὲν οὐδὲ τῶν βασιλέων διδόντων ἔλαβε, δείπνων δὲ τούς ἐπαρχικοὺς ἀνῆκεν2 αὐτὸς δὲ καθʼ ἡμέραν τοὺς χαρίεντας ἀνελάμβανεν ἑστιάσεσιν οὐ πολυτελῶς, ἀλλʼ ἐλευθερίως.
他不诉诸武力,毫无瑕疵地平定并协调了这些事务;鉴于西里西亚人因罗马在帕提亚的挫败及叙利亚的叛乱苗头而蠢蠢欲动,他施行宽和的治理,使他们安定下来。他绝不接受馈赠,哪怕诸王献礼也不受;他免除了行省居民提供筵席的负担,反倒每日招待有教养之士,宴席虽不奢华,却慷慨得体。
ἡ δʼ οἰκία θυρωρὸν οὐκ εἶχεν, οὐδʼ αὐτὸς ὤφθη κατακείμενος ὑπʼ οὐδενός, ἀλλʼ ἕωθεν ἑστὼς ἢ περιπατῶν πρὸ τοῦ δωματίου τούς ἀσπαζομένους ἐδεξιοῦτο. λέγεται δὲ μήτε ῥάβδοις αἰκίσασθαί τινα μήτʼ ἐσθῆτα περισχίσαι μήτε βλασφημίαν ὑπʼ ὀργῆς ἢ ζημίας προσβαλεῖν μεθʼ ὕβρεων.
他的官邸没有看门人,也没有人见他自己躺卧在床;相反,从清晨起他就站在或踱步于寝室门前,亲切接见前来致意的人。据说,他从未用笞杖惩处过任何人,从未撕裂过任何人的衣衫,也从未在盛怒之下予以谩骂或施加带有侮辱性的惩罚。
ἀνευρὼν δὲ πολλὰ τῶν δημοσίων κεκλεμμένα τάς τε πόλεις εὐπόρους ἐποίησε, καὶ τούς ἀποτίνοντας οὐδὲν τούτου πλεῖον παθόντας ἐπιτίμους διεφύλαξεν.3 ἥψατο δὲ καὶ πολέμου, λῃστὰς τῶν περὶ τὸν Ἀμανὸν οἰκούντων τρεψάμενος· ἐφʼ ᾧ καὶ αὐτοκράτωρ ὑπὸ τῶν στρατιωτῶν ἀνηγορεύθη.
通过追查出大量被窃占的公款,他使各城市重获富裕;对于退赔款项的人,他未加任何更重的处罚,保全了他们的公民特权。他也投身于战事,击溃了居住在阿马努斯山周边的匪徒,因此还被士兵们拥戴为统帅。
Καιλίου δὲ τοῦ ῥήτορος δεομένου παρδάλεις αὐτῷ πρός τινα θέαν εἰς Ῥώμην ἐκ Κιλικίας ἀποστεῖλαι, καλλωπιζόμενος ἐπὶ τοῖς πεπραγμένοις γράφει πρός αὐτὸν οὐκ εἶναι παρδάλεις ἐν Κιλικίᾳ· πεφευγέναι γὰρ εἰς Καρίαν ἀγανακτούσας ὅτι μόναι πολεμοῦνται, πάντων εἰρήνην ἐχόντων, πλέων δʼ ἀπὸ τῆς ἐπαρχίας τοῦτο μὲν Ῥόδῳ προσέσχε, τοῦτο δʼ Ἀθήναις ἐνδιέτριψεν ἄσμενος πόθῳ τῶν πάλαι διατριβῶν.
演说家凯利乌斯曾请求他从西里西亚送些豹子到罗马去用于某种表演,〔西塞罗〕因自己的政绩而自豪,写信给他说:西里西亚已经没有豹子了,因为它们因愤恨全境皆享和平而唯独自己成了战争对象,全都逃往卡里亚去了。他从行省启程回航,一方面在罗得岛靠岸,另一方面出于对往昔治学生活的怀念,欣然留居雅典。
ἀνδράσι δὲ τοῖς πρώτοις ἀπὸ παιδείας συγγενόμενος καὶ τούς τότε φίλους καὶ συνήθεις ἀσπασάμενος καὶ τὰ πρέποντα θαυμασθεὶς ὑπὸ τῆς Ἑλλάδος εἰς τὴν πόλιν ἐπανῆλθεν, ἤδη τῶν πραγμάτων ὥσπερ ὑπὸ φλεγμονῆς ἀφισταμένων ἐπὶ τὸν ἐμφύλιον πόλεμον.
在那里,他与最具学识的杰出学者们交游,问候了当年的友人与熟人,赢得了全希腊应有的赞誉,随后返回罗马——此时的局势正如发炎肿胀一般,早已滑向内战的边缘。
- 36.1προσταχθὲν αὐτῷ καὶ τὰ περὶ Καππαδοκίαν Ἀριοβαρζάνῃ τῷ βασιλεῖ φίλα καὶ πειθήνια παρασχεῖν
由中性非人称分词 προσταχθέν 构成的宾格绝对结构(accusative absolute),其逻辑主语为随后的不定式短语 παρασχεῖν...,作主句动词 ἔπλευσε 的伴随状况或任务说明。
- 36.2δείπνων δὲ τούς ἐπαρχικοὺς ἀνῆκεν
动词 ἀνίημι 在此处意为“免除”,后接人的宾格(τούς ἐπαρχικούς)和表示分离的属格(δείπνων),指免除行省居民为总督巡视提供盛大宴席招待的沉重义务。
- 36.4τοὺς ἀποτίνοντας οὐδὲν τούτου πλεῖον παθόντας ἐπιτίμους διεφύλαξεν
形容词 ἐπιτίμους 作为谓语性宾格(宾语补足语),与支配 τοὺς ἀποτίνοντας 的动词 διεφύλαξεν 连用,意为“保全了他们完整的公民特权”。分词短语 οὐδὲν τούτου πλεῖον παθόντας(未遭受多于此的惩罚)表明除退赔公款外未加其他刑罚。
