- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:35.1-35.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米隆杀害克洛狄乌斯后延请西塞罗为其辩护;面对重兵把守的法庭,西塞罗惊恐战栗着发表演说,而米隆因坚毅不屈、拒绝哀告,最终被判有罪。
μετὰ ταῦτα Κλώδιον μὲν ἀποκτίννυσι Μίλων· καὶ διωκόμενος φόνου Κικέρωνα παρεστήσατο συνήγορον. ἡ δὲ βουλὴ φοβηθεῖσα μὴ κινδυνεύοντος ἀνδρὸς ἐνδόξου καὶ θυμοειδοῦς τοῦ Μίλωνος ταραχὴ γένηται περὶ τὴν πόλιν, ἐπέτρεψε Πομπηίῳ ταύτην τε καὶ τὰς ἄλλας κρίσεις βραβεῦσαι, παρέχοντα τῇ πόλει καὶ τοῖς δικαστηρίοις ἀσφάλειαν.
此后,米隆杀死了克洛狄乌斯;在因谋杀罪被起诉时,他请西塞罗担任自己的辩护人。元老院担心米隆这位声名显赫且性情暴烈的人物身陷险境会在城内引起骚乱,遂委托庞培主持这一审判以及其他审理,同时为城市和法庭提供安全保障。
ἐκείνου δὲ τὴν ἀγορὰν ἔτι νυκτὸς ἀπὸ τῶν ἄκρων περιλαβόντος τοῖς στρατιώταις, ὁ Μίλων τὸν Κικέρωνα δείσας μὴ πρὸς τὴν ὄψιν ἀηθείᾳ διαταραχθεὶς χεῖρον διαγωνίσηται, συνέπεισεν ἐν φορείῳ κομισθέντα πρὸς τὴν ἀγορὰν ἡσυχάζειν, ἄχρι οὗ συνίασιν οἱ κριταὶ καὶ πληροῦται τὸ δικαστήριον.
庞培在天黑未明之时就从高处派士兵包围了广场,米隆担心西塞罗因对此景象感到不适而心烦意乱、发挥欠佳,便劝说他乘轿前往广场,并在轿中静候,直至裁判官集合、法庭坐满。
ὁ δʼ οὐ μόνον ἦν, ὡς ἔοικεν, ἐν ὅπλοις ἀθαρσής, ἀλλὰ καὶ τῷ λέγειν μετὰ φόβου προσῄει, καὶ μόλις ἂν ἐπαύσατο1 παλλόμενος καὶ τρέμων ἐπὶ πολλῶν ἀγώνων ἀκμὴν τοῦ λόγου καὶ κατάστασιν λαβόντος. Λικιννίῳ δὲ Μουρήνᾳ φεύγοντι δίκην ὑπὸ Κάτωνος βοηθῶν, καὶ φιλοτιμούμενος Ὁρτήσιον ὑπερβαλεῖν εὐημερήσαντα, μέρος οὐδὲν ἀνεπαύσατο τῆς νυκτός, ὡς ὑπὸ τοῦ σφόδρα φροντίσαι καὶ διαγρυπνῆσαι κακωθεὶς ἐνδεέστερος αὐτοῦ φανῆναι.2
然而,西塞罗似乎不仅在兵刃面前缺乏勇气,就连开始演说时也满怀畏惧;在许多案件中,直到辩词进入高潮并逐渐沉稳下来,他的心跳与颤抖才勉强平息。当年在为遭加图起诉的李锡尼·穆雷纳辩护时,他因一心想要超越大获好评的霍尔滕西乌斯,竟整夜未眠,以致因极度思虑与通宵达旦而精疲力竭,表现反而显得逊色于对方。
τότε δʼ οὖν ἐπὶ τὴν τοῦ Μίλωνος δίκην ἐκ τοῦ φορείου προελθών καὶ θεασάμενος τὸν Πομπήϊον ἄνω καθεζόμενον ὥσπερ ἐν στρατοπέδῳ, καὶ κύκλῳ τὰ ὅπλα περιλάμποντα τὴν ἀγοράν, συνεχύθη καὶ μόλις ἐνήρξατο τοῦ λόγου, κραδαινόμενος τὸ σῶμα καὶ τὴν φωνὴν ἐνισχόμενος,3 αὐτοῦ τοῦ Μίλωνος εὐθαρσῶς καὶ ἀνδρείως παρισταμένου τῷ ἀγῶνι καὶ κόμην θρέψαι καὶ μεταβαλεῖν ἐσθῆτα φαιὰν ἀπαξιώσαντος· ὅπερ οὐχ ἥκιστα δοκεῖ συναίτιον αὐτῷ γενέσθαι τῆς καταδίκης· ἀλλʼ ὅ γε Κικέρων διὰ ταῦτα φιλέταιρος μᾶλλον ἢ δειλὸς ἔδοξεν εἶναι.
无论如何,在那一天,西塞罗为了米隆的审判走出轿子,看见庞培如在军营一般高坐其上,四周的兵刃使整个广场闪耀着寒光,顿时心慌意乱,浑身发抖,声音哽咽,勉强才开始发表演说;而米隆本人却神色自若、英勇无畏地面对审判,甚至不屑于蓄发或换上深色丧服——这被认为在很大程度上促成了他被判有罪。然而西塞罗却因此事被看作是重情重义,而非胆小懦弱。
- 35.3μόλις ἂν ἐπαύσατο
小词 ἄν 与直陈式过去时(不定过去时)连用,表示过去习惯性或反复发生的动作(反复 ἄν)。与后文的 ἐπὶ πολλῶν ἀγώνων(在许多审判中)相呼应,意为“往往/总是勉强才停止……”。
- 35.3ὡς ὑπὸ τοῦ σφόδρα φροντίσαι καὶ διαγρυπνῆσαι κακωθεὶς ἐνδεέστερος αὐτοῦ φανῆναι
连词 ὡς 与不定式(φανῆναι)连用,替代 ὥστε 引导结果从句。它与前文的否定词 οὐδὲν 呼应,表示“未作丝毫休息,以至于显得……”。
- 35.4κραδαινόμενος τὸ σῶμα καὶ τὴν φωνὴν ἐνισχόμενος
宾格词 τὸ σῶμα 和 τὴν φωνήν 作为被动/中动态分词(κραδαινόμενος, ἐνισχόμενος)的关系宾格(表示方面的宾格),界定了西塞罗身体受影响的具体部位,即“在身体上颤抖,在声音上哽咽”。
