- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尽管克洛狄乌斯颁布了放逐法令,民众仍庇护西塞罗,但他在遭遇故友的冷酷拒绝后沮丧地渡海前往希腊,在流亡的苦难中沉溺于哀伤而丧失了哲学家的节制。
ὡς δʼ ἦν φανερὸς ἤδη πεφευγώς,1 ἐπήγαγεν αὐτῷ φυγῆς ψῆφον ὁ Κλώδιος, καὶ διάγραμμα προὔθηκεν εἴργειν πυρὸς καὶ ὕδατος τὸν ἄνδρα καὶ μὴ παρέχειν στέγην ἐντὸς μιλίων πεντακοσίων Ἰταλίας. τοῖς μὲν οὖν ἄλλοις ἐλάχιστος ἦν τοῦ διαγράμματος τούτου λόγος αἰδουμένοις τὸν Κικέρωνα, καὶ πᾶσαν ἐνδεικνύμενοι φιλοφροσύνην παρέπεμπον αὐτόν·
既然他显然已经出逃,克洛狄乌斯便提出了放逐他的动议,并公布告示,禁止向其提供水火,凡在距意大利五百罗马里之内者皆不得接纳他留宿。然而其他人出于对西塞罗的敬重,极少理会这一告示,反而表现出极大的亲善为他护送送行。
ἐν δʼ Ἱππωνίῳ, πόλει τῆς Λευκανίας, ἣν Οὐιβῶνα νῦν καλοῦσιν, Οὐίβιος, Σικελὸς ἀνὴρ, ἄλλα τε πολλὰ τῆς Κικέρωνος φιλίας ἀπολελαυκὼς καὶ γεγονὼς ὑπατεύοντος αὐτοῦ τεκτόνων ἔπαρχος, οἰκίᾳ μὲν οὐκ ἐδέξατο, τὸ χωρίον δὲ καταγράψειν ἐπηγγέλλετο, καὶ Γάιος Οὐεργίλιος, ὁ τῆς Σικελίας στρατηγός, ἐν τοῖς μάλιστα2 Κικέρωνι κεχρημένος, ἔγραψεν ἀπέχεσθαι τῆς Σικελίας.
但在卢卡尼亚的一座如今被称为维博的城市希波尼乌姆,西西里人维比乌斯曾从西塞罗的友谊中受惠颇多,并在其执政官任内担任过工兵长官,却不愿接纳他进家门,仅答应将一份田产过户给他;而西西里裁判官盖乌斯·贝尔吉利乌斯虽然与西塞罗交谊极笃,也写信警告他不得涉足西西里。
ἐφʼ οἷς ἀθυμήσας ὥρμησεν ἐπὶ Βρεντέσιον, κἀκεῖθεν εἰς Δυρράχιον ἀνέμῳ φορῷ περαιούμενος, ἀντιπνεύσαντος πελαγίου μεθʼ ἡμέραν ἐπαλινδρόμησεν, εἶτʼ αὖθις ἀνήχθη. λέγεται δὲ καὶ καταπλεύσαντος εἰς Δυρράχιον αὐτοῦ καὶ μέλλοντος ἀποβαίνειν σεισμόν τε τῆς γῆς καὶ σπασμὸν ἅμα γενέσθαι τῆς θαλάττης. ἀφʼ ὧν συνέβαλον οἱ μαντικοὶ μὴ μόνιμον αὐτῷ τὴν φυγὴν ἔσεσθαι· μεταβολῆς γὰρ εἶναι ταῦτα σημεῖα.
西塞罗因这些事灰心丧气,动身前往布伦特西翁,从那里乘顺风渡海驶向迪拉基乌姆;但白天海面上吹起逆风,他又折返,随后再次出海。据说当他抵达迪拉基乌姆港并准备登岸时,发生了地震,同时海水也剧烈涌动。占卜者由此推断他的流亡不会长久,因为这些是发生变化的征兆。
πολλῶν δὲ φοιτώντων ἀνδρῶν ὑπʼ εὐνοίας καὶ τῶν Ἑλληνίδων πόλεων διαμιλλωμένων πρὸς αὑτὰς ταῖς πρεσβείαις, ὅμως ἀθυμῶν καὶ περίλυπος διῆγε τὰ πολλά, πρὸς τὴν Ἰταλίαν, ὥσπερ οἱ δυσέρωτες, ἀφορῶν, καὶ τῷ φρονήματι μικρὸς ἄγαν καὶ ταπεινὸς ὑπὸ τῆς συμφορᾶς γεγονὼς καὶ συνεσταλμένος, ὡς οὐκ ἄν τις ἄνδρα παιδείᾳ, συμβεβιωκότα τοσαύτῃ προσεδόκησε.
尽管许多人出于好意前来探望,希腊各城邦也竞相派遣使节,但他大部分时间仍意气消沉、极度忧伤地度日,像失恋者那样凝望着意大利,在不幸面前变得心志极为卑屈狭隘、萎靡不振,完全不像人们对一个与如此丰厚的学问终生相伴之人所期待的那样。
καίτοι πολλάκις αὐτὸς ἠξίου τοὺς φίλους μὴ ῥήτορα καλεῖν αὐτόν, ἀλλὰ φιλόσοφον φιλοσοφίαν γὰρ ὡς ἔργον ᾑρῆσθαι, ῥητορικῇ δʼ ὀργάνῳ χρῆσθαι πολιτευόμενος ἐπὶ τὰς χρείας. ἀλλʼ ἡ δόξα δεινὴ τὸν λόγον, ὥσπερ βαφὴν, ἀποκλύσαι τῆς ψυχῆς,3 καὶ τὰ τῶν πολλῶν ἐνομόρξασθαι πάθη διʼ ὁμιλίαν καὶ συνήθειαν τοῖς πολιτευομένοις, ἄν μή τις εὖ μάλα φυλαττόμενος οὕτω συμφέρηται τοῖς ἐκτός ὡς τῶν πραγμάτων αὐτῶν, οὐ τῶν ἐπὶ τοῖς πράγμασι παθῶν συμμεθέξων.
然而他自己曾多次要求友人们不要称他为演说家,而应称他为哲学家;因为他声称自己选择哲学作为本职,而在从政时将修辞学作为应对实际需要的工具。但是,公众名声有一种可怕的力量,能够像洗去染料一样从灵魂中荡除理性,并通过交往和习惯将大众的情感沾染在从政者身上,除非一个人极其谨慎地防范,以仅仅参与事务本身、而不沾染随事务而生的情感的态度来面对外在环境。
- 32.1ὡς δʼ ἦν φανερὸς ἤδη πεφευγώς
人称构式(personal construction),相当于非人称表达 ὡς δὲ φανερὸν ἦν ἤδη πεφευγέναι αὐτόν(“当他已逃亡之事显明时”)。省略的主语(西塞罗)与作表语的形容词 φανερός 及分词 πεφευγώς 在主格上保持一致。
- 32.2ἐν τοῖς μάλιστα
强化最高级含义的惯用搭配,意为“尤为”、“最为……者之一”。在此修饰分词 κεχρημένος(“交往深厚”),表明盖乌斯·贝尔吉利乌斯与西塞罗的关系极其密切。
- 32.5ἀλλʼ ἡ δόξα δεινὴ τὸν λόγον, ὥσπερ βαφὴν, ἀποκλύσαι τῆς ψυχῆς
形容词 δεινή 支配不定式 ἀποκλύσαι 及随后的 ἐνομόρξασθαι,意为“声名/世俗名望具有冲刷掉……并沾染上……的可怕力量”。随后的 ἄν μή 从句中包含条件分词 φυλαττόμενος,而由 ὡς 引导的将来时分词 συμμεθέξων 则表示主体的意图或态度(“抱着只参与……的打算”)。
