← 普鲁塔克

西塞罗传

§33.1-33.5

取消流放决议与西塞罗重返罗马

克洛狄乌斯的猖獗激起庞培、元老院与民众的联合反对,众人推动决议召回西塞罗,西塞罗在全意大利的热烈迎候中重返罗马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.1

ὁ δὲ Κλώδιος ἐξελάσας τὸν Κικέρωνα κατέπρησε μὲν αὐτοῦ τὰς ἐπαύλεις, κατέπρησε δὲ τὴν οἰκίαν καὶ τῷ τόπῳ ναὸν Ἐλευθερίας ἐπῳκοδόμησε· τὴν δʼ ἄλλην οὐσίαν ἐπώλει καὶ διεκήρυττε καθʼ ἡμέραν, μηδὲν ὠνουμένου μηδενός, ἐκ δὲ τούτου φοβερὸς ὢν τοῖς ἀριστοκρατικοῖς, καὶ τὸν δῆμον ἀνειμένον εἰς ὕβριν πολλὴν καὶ θρασύτητα συνεφελκόμενος, ἐπεχείρει τῷ Πομπηίῳ, τῶν διῳκημένων ὑπʼ αὐτοῦ κατὰ τὴν στρατείαν ἔνια σπαράττων.

克洛狄乌斯在驱逐西塞罗之后,焚毁了他的各处庄园,又烧毁了他的宅邸,并在原址上建起了一座自由女神庙;至于其余的财产,他每天都公布拍卖,却无人竞买。由此,他令贵族派心生畏惧,并把放纵于极度傲慢与凶暴的民众拉拢到自己身边,甚至向庞培下手,撕毁庞培在出征期间所确立的若干政制措置。

§33.2

ἐφʼ οἷς ὁ Πομπήιος ἀδοξῶν ἐκάκιζεν αὐτὸς ἑαυτὸν προέμενος τὸν Κικέρωνα καὶ πάλιν ἐκ μεταβολῆς παντοῖος ἐγίνετο πράττων1 κάθοδον αὐτῷ μετὰ τῶν φίλων, ἐνισταμένου δὲ τοῦ Κλωδίου συνέδοξε τῇ βουλῇ μηδὲν διὰ μέσου πρᾶγμα κυροῦν μηδὲ πράττειν δημόσιον, εἰ μὴ Κικέρωνι κάθοδος γένοιτο.

庞培因此蒙羞,深为自己舍弃西塞罗而自责,随之一反常态,与友人们一起千方百计地为西塞罗的归来奔走。而在克洛狄乌斯的阻挠下,元老院议决:在此期间不批准任何事务,亦不处理任何公政,除非西塞罗获准返回。

§33.3

τῶν δὲ περὶ Λέντλον ὑπατευόντων2 καὶ τῆς στάσεως πρόσω βαδιζούσης, ὥστε τρωθῆναι μὲν ἐν ἀγορᾷ δημάρχους, Κόιντον δὲ τὸν Κικέρωνος ἀδελφὸν ἐν τοῖς νεκροῖς ὡς τεθνηκότα κείμενον διαλαθεῖν,3 ὅ τε δῆμος ἤρχετο τρέπεσθαι τῇ γνώμῃ, καὶ τῶν δημάρχων Ἄννιος Μίλων πρῶτος ἐτόλμησε τὸν Κλώδιον εἰς δίκην ἀπάγειν βιαίων, καὶ Πομπηΐῳ πολλοὶ συνῆλθον ἔκ τε τοῦ δήμου καὶ τῶν πέριξ πόλεων, μεθʼ ὧν προελθὼν καὶ τὸν Κλώδιον ἀναστήσας ἐκ τῆς ἀγορᾶς ἐπὶ τὴν ψῆφον ἐκάλει τοὺς πολίτας.

到了伦图鲁斯等人担任执政官之时,内讧进一步升级,以至于保民官在广场上负伤,西塞罗之弟昆图斯躺在尸堆中伪装死去才侥幸逃脱。此时民众的意向开始转变,保民官安尼乌斯·米洛率先敢于就暴力罪将克洛狄乌斯告上法庭,许多平民以及来自周边诸城镇的人纷纷汇聚在庞培身边。庞培同他们一道前进,将克洛狄乌斯从广场驱逐出去,并召集公民前来表决。

§33.4

καὶ λέγεται μηδέποτε μηδὲν ἐκ τοσαύτης ὁμοφροσύνης ἐπιψηφίσασθαι τὸν δῆμον. ἡ δὲ σύγκλητος ἁμιλλωμένη πρὸς τὸν δῆμον ἔγραψεν ἐπαινεθῆναι τὰς πόλεις ὅσαι τὸν Κικέρωνα παρὰ τὴν φυγὴν ἐθεράπευσαν, καὶ τὴν οἰκίαν αὐτῷ καὶ τὰς ἐπαύλεις, ἃς Κλώδιος διεφθάρκει, τέλεσι δημοσίοις ἀνασταθῆναι.

据说,人民从未以如此空前一致的意愿通过过任何决议。元老院争相与民众比肩,议决表彰凡在西塞罗流亡期间照应过他的城邦,并由国库出资重建被克洛狄乌斯摧毁的他的宅邸与庄园。

§33.5

κατῄει δὲ Κικέρων ἑκκαιδεκάτῳ μηνὶ μετὰ τὴν φυγήν· καὶ τοσαύτη τὰς πόλεις χαρὰ καὶ σπουδὴ τοὺς ἀνθρώπους περὶ τὴν ἀπάντησιν εἶχεν ὥστε τὸ ῥηθὲν ὑπὸ Κικέρωνος ὕστερον ἐνδεέστερον εἶναι τῆς ἀληθείας, ἔφη γὰρ αὑτὸν ἐπὶ τῶν ὤμων τὴν Ἰταλίαν φέρουσαν εἰς τὴν Ῥώμην εἰσενεγκεῖν. ὅπου καὶ Κράσσος, ἐχθρὸς ὢν αὐτῷ πρὸ τῆς φυγῆς, τότε προθύμως ἀπήντα καὶ διελύετο, τῷ παιδὶ Ποπλίῳ χαριζόμενος, ὡς ἔλεγε, ζηλωτῇ τοῦ Κικέρωνος ὄντι.

西塞罗在流亡后的第十六个月得以归国;各城邦的欢欣以及民众争相迎候的热情如此之大,以至于西塞罗后来所说的“整个意大利将他扛在肩上送入罗马”这一言论,比之实际的情形反而犹显不足。当时连流亡前与他交恶的克拉苏也欣然前来迎接并与之和好,按克拉苏所说,这是为了取悦身为西塞罗狂热崇敬者的儿子普布利乌斯。

语法注3 条
  1. 33.2παντοῖος ἐγίνετο πράττων

    短语 παντοῖος γίγνομαι 配合分词使用,为习惯用法,意为“千方百计地做……”、“使出浑身解数以求……”。

  2. 33.3τῶν δὲ περὶ Λέντλον ὑπατευόντων

    属格独立结构。短语 οἱ περὶ [宾格] 习惯上指主要人物及其同僚;此处指执政官伦图鲁斯与其同僚在任之时。

  3. 33.3κείμενον διαλαθεῖν

    动词 διαλανθάνω 与分词 κείμενον 搭配使用,表示“在不被发觉的情况下处于某种状态”,此处指昆图斯在尸堆中伪装横卧而得以瞒过耳目脱险。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:33.1-33.5