← 普鲁塔克

西塞罗传

§31.1-31.5

庞培的背弃与西塞罗离开罗马流亡

尽管获得骑士阶层和元老们的声援,西塞罗却遭到庞培背弃并受到执政官劝退,他最终将雅典娜雕像奉纳后趁夜离开罗马流亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

οὐ μὴν ἀλλὰ τῷ Κικέρωνι πρῶτον μὲν ὀλίγου δεῖν1 σύμπαν τὸ τῶν ἱππικῶν πλῆθος συμμετέβαλε τὴν ἐσθῆτα, καὶ δισμυρίων οὐκ ἐλάττους νέων παρηκολούθουν κομῶντες καὶ συνικετεύοντες· ἔπειτα τῆς βουλῆς συνελθούσης ὅπως ψηφίσαιτο τὸν δῆμον ὡς ἐπὶ πένθεσι μεταβαλεῖν τὰ ἱμάτια,2 καὶ τῶν ὑπάτων ἐναντιωθέντων, Κλωδίου δὲ σιδηροφορουμένου περὶ τὸ βουλευτήριον, ἐξέδραμον οὐκ ὀλίγοι τῶν βουλευτικῶν καταρρηγνύμενοι τοὺς χιτῶνας καὶ βοῶντες.

尽管如此,为了西塞罗,首先几乎全体骑士阶层都同他一起更换了服饰,不少于两万名青年蓄着长发跟随并与他一同哀求;接着,元老院集合以便表决让民众如举哀般更衣,但在执政官们反对、克洛狄乌斯在元老院周围武装巡行的情况下,不少元老撕裂衣衫、呼喊着奔出议事厅。

§31.2

ὡς δʼ ἦν οὔτʼ οἶκτος οὔτε τις αἰδὼς πρὸς τὴν ὄψιν, ἀλλʼ ἔδει τὸν Κικέρωνα φεύγειν ἢ βίᾳ καὶ σιδήρῳ κριθῆναι πρὸς τὸν Κλώδιον, ἐδεῖτο Πομπηΐου βοηθεῖν ἐπίτηδες ἐκποδὼν γεγονότος καὶ διατρίβοντος ἐν ἀγροῖς περὶ τὸν Ἀλβανόν. καὶ πρῶτον μὲν ἔπεμψε Πείσωνα τὸν γαμβρὸν δεησόμενον ἔπειτα καὶ αὐτὸς ἀνέβη.

然而,面对这番景象,既无人同情也无人生愧,西塞罗只得要么流亡,要么同克洛狄乌斯以暴力和刀剑一决雌雄,于是他向故意避开而逗留在阿尔巴努姆附近田庄的庞培求援。他先是派女婿皮索前去哀求,随后自己也亲自前往。

§31.3

πυθόμενος δʼ ὁ Πομπήιος οὐχ ὑπέμεινεν εἰς ὄψιν ἐλθεῖν, δεινὴ γὰρ αὐτὸν αἰδὼς εἶχε πρὸς τὸν ἄνδρα μεγάλους ἠγωνισμένον ἀγῶνας ὑπὲρ αὐτοῦ καὶ πολλὰ πρὸς χάριν ἐκείνῳ πεπολιτευμένον, ἀλλὰ Καίσαρι γαμβρὸς ὢν δεομένῳ προὔδωκε τὰς παλαιὰς χάριτας καὶ κατὰ θύρας ἄλλας ὑπεξελθὼν ἀπεδίδρασκε τὴν ἔντευξιν. οὕτω δὴ προδοθεὶς ὁ Κικέρων ὑπʼ αὐτοῦ καὶ γεγονὼς ἔρημος ἐπὶ τοὺς ὑπάτους κατέφυγε.

但庞培得知后,竟无法忍受与他相见;因为对于曾为自己进行过激烈斗争并在施政中多方顺从讨好过自己的人,庞培感到强烈的羞愧,但他作为提出要求的凯撒的女婿,背弃了昔日的恩情,从另一扇门偷偷溜出,避开了这次会面。西塞罗就这样被他背叛并陷入孤立,转而投奔执政官们。

§31.4

καὶ Γαβίνιος μὲν ἦν χαλεπὸς ἀεί, Πείσων δὲ διελέχθη πρᾳότερον αὐτῷ, παραινῶν ἐκστῆναι καὶ ὑποχωρῆσαι τῇ τοῦ Κλωδίου ῥύμῃ καὶ τὴν μεταβολὴν τῶν καιρῶν ἐνεγκεῖν καὶ γενέσθαι πάλιν σωτῆρα τῆς πατρίδος ἐν στάσεσι καὶ κακοῖς διʼ ἐκεῖνον οὔσης.3 τοιαύτης τυχὼν ἀποκρίσεως ὁ Κικέρων ἐβουλεύετο σὺν τοῖς φίλοις· καὶ Λεύκουλλος μὲν ἐκέλευε μένειν, ὡς περιεσόμενον,4 ἄλλοι δὲ φεύγειν, ὡς ταχὺ τοῦ δήμου ποθήσοντος αὐτόν, ὅταν ἐμπλησθῇ τῆς Κλωδίου μανίας καὶ ἀπονοίας.

加比尼乌斯始终态度严苛,皮索则与他谈得较为温和,劝他退让并避开克洛狄乌斯的锋芒,忍受时局的变动,并再次成为因他而陷入内讧与灾祸的祖国的救星。得到这样的答复后,西塞罗与友人们商议;卢库卢斯主张他留下来,认为他定能取胜,其他人则劝他流亡,认为民众一旦对克洛狄乌斯的疯狂和妄为感到厌倦,很快就会想念他。

§31.5

ταῦτʼ ἔδοξε Κικέρωνι· καὶ τὸ μὲν ἄγαλμα τῆς Ἀθηνᾶς, ὃ πολὺν χρόνον ἔχων ἐπὶ τῆς οἰκίας ἱδρυμένον ἐτίμα διαφερόντως, εἰς Καπιτώλιον κομίσας ἀνέθηκεν ἐπιγράψας Ἀθηνᾷ Ῥώμης φύλακι, πομποὺς δὲ παρὰ τῶν φίλων λαβών περὶ μέσας νύκτας ὑπεξῆλθε τῆς πόλεως καὶ πεζῇ διὰ Λευκανίας ἐπορεύετο, λαβέσθαι Σικελίας βουλόμενος.

西塞罗决定采纳后一种意见;他将一尊长期供奉在家中且格外尊崇的雅典娜雕像带到卡比托利欧山奉纳,题词道: “致罗马的守护神雅典娜”,随后他在友人们的护送下于半夜时分悄悄离开城邦,徒步穿过卢卡尼亚,意图前往西西里。

语法注4 条
  1. 31.1ὀλίγου δεῖν

    由非人称动词 δεῖ 的不定式构成的固定习语,意为“几乎”、“差一点”,在此作副词修饰 σύμπαν τὸ τῶν ἱππικῶν πλῆθος(几乎全体骑士阶层)。

  2. 31.1ὅπως ψηφίσαιτο τὸν δῆμον ὡς ἐπὶ πένθεσι μεταβαλεῖν τὰ ἱμάτια

    动词 ψηφίζομαι 支配由宾格加不定式构成的补足语结构(τὸν δῆμον ... μεταβαλεῖν,“表决让民众更换衣服”)。整个从句是由 ὅπως 加祈愿语气构成的目的从句,修饰 συνελθούσης。

  3. 31.4διʼ ἐκεῖνον οὔσης

    指示代词 ἐκεῖνον 在上下文中指西塞罗本人。这符合执政官皮索的劝说逻辑:国家目前因西塞罗而陷入内讧与灾祸,因此西塞罗若能退让避开,便能再次成为祖国的拯救者。

  4. 31.4ὡς περιεσόμενον

    连词 ὡς 与宾格未来分词 περιεσόμενον 连用,在此与 ἐκέλευε μένειν 所省略的宾格逻辑主语(αὐτόν,即西塞罗)一致,表达卢库卢斯对西塞罗的主观预期(“认为他定能取胜”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:31.1-31.5