- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:30.1-30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克洛狄乌斯就任保民官后拉拢各方势力攻击西塞罗,诱使其放弃跟随凯撒避难,随后指控其非法处决喀提林同党,并在西塞罗向民众哀求时百般阻挠。
διαφυγὼν δὲ τόν κίνδυνον ὁ Κλώδιος καὶ δήμαρχος αἱρεθείς εὐθὺς εἴχετο τοῦ Κικέρωνος, πάνθʼ ὁμοῦ πράγματα καὶ πάντας ἀνθρώπους συνάγων καὶ ταράττων ἐπʼ αὐτόν, τόν τε γὰρ δῆμον ᾠκειώσατο νόμοις φιλανθρώποις, καὶ τῶν ὑπάτων ἑκατέρῳ μεγάλας ἐπαρχίας ἐψηφίσατο, Πείσωνι μὲν Μακεδονίαν, Γαβινίῳ δὲ Συρίαν, πολλοὺς δὲ τῶν ἀπόρων συνέτασσεν εἰς τὸ πολίτευμα, καὶ δούλους ὡπλισμένους περὶ αὑτὸν εἶχε.
克洛狄乌斯摆脱了这场危险并当选为保民官后,便立即对西塞罗下手,把一切事态和所有人联合起来煽动以对抗他。因为他以惠民的法案笼络民众,为两位执政官分别投票分配了大行省——把马其顿给皮索,把叙利亚给加比尼乌斯——把许多赤贫之人编入政治体制,并在身边蓄养着武装奴隶。
τῶν δὲ πλεῖστον δυναμένων τότε τριῶν ἀνδρῶν, Κράσσου μὲν ἄντικρυς Κικέρωνι πολεμοῦντος, Πομπηΐου δὲ θρυπτομένου πρὸς ἀμφοτέρους,1 Καίσαρος δὲ μέλλοντος εἰς Γαλατίαν ἐξιέναι μετὰ στρατεύματος, ὑπὸ τοῦτον ὑποδὺς ὁ Κικέρων, καίπερ οὐκ ὄντα φίλον, ἀλλʼ ὕποπτον ἐκ τῶν περὶ Κατιλίναν, ἠξίωσε πρεσβευτὴς αὐτῷ συστρατεύειν.
当时掌握最大权力的三人中,克拉苏公开与西塞罗为敌,庞培在两边之间态度暧昧,而凯撒正准备率军前往高卢,西塞罗便投靠到凯撒门下,尽管凯撒并非他的朋友,反而因喀提林事件而令人起疑,西塞罗仍请求作为副官随他从军。
δεξαμένου δὲ τοῦ Καίσαρος ὁ Κλώδιος ὁρῶν ἐκφεύγοντα τὴν δημαρχίαν αὐτοῦ τόν Κικέρωνα προσεποιεῖτο συμβατικῶς ἔχειν, καὶ τῇ Τερεντίᾳ τὴν πλείστην ἀνατιθεὶς αἰτίαν, ἐκείνου δὲ μεμνημένος ἐπιεικῶς ἀεὶ καὶ λόγους εὐγνώμονας ἐνδιδούς, ὡς ἄν τις οὐ μισῶν οὐδὲ χαλεπαίνων,2 ἀλλʼ ἐγκαλῶν μέτρια καὶ φιλικά, παντάπασιν αὐτοῦ τόν φόβον ἀνῆκεν, ὥστʼ ἀπειπεῖν τῷ Καίσαρι τὴν πρεσβείαν3 καὶ πάλιν ἔχεσθαι τῆς πολιτείας.
凯撒接受之后,克洛狄乌斯见西塞罗要避开自己的保民官任期,便假装态度和解,把大部分罪过归于特伦提娅,提及西塞罗本人时始终言语温和、辞意宽厚,俨然不是一个怀有仇恨或愤怒之人,而只是提出温和友善的抱怨,从而彻底消除了西塞罗的恐惧,致使他向凯撒辞谢了副官一职,重新投身于政务。
ἐφʼ ᾧ παροξυνθεὶς ὁ Καῖσαρ τόν τε Κλώδιον ἐπέρρωσε καὶ Πομπήιον ἀπέστρεψε κομιδῇ τοῦ Κικέρωνος, αὐτός τε κατεμαρτύρησεν ἐν τῷ δήμῳ μὴ δοκεῖν αὐτῷ καλῶς μηδὲ νομίμως ἄνδρας ἀκρίτους ἀνῃρῆσθαι τοὺς περὶ Λέντλον καὶ Κέθηγον. αὕτη γὰρ ἦν ἡ κατηγορία, καὶ ἐπὶ τοῦθ’ ὁ Κικέρων ἐκαλεῖτο. κινδυνεύων οὖν καὶ διωκόμενος ἐσθῆτά μετήλλαξε καὶ κόμης ἀνάπλεως περιιὼν ἱκέτευε τὸν δῆμον.
凯撒为此大为恼火,于是全力支持克洛狄乌斯,使庞培彻底背离西塞罗,并且凯撒自己在民众面前作证说,在他看来,伦图卢斯和凯特古斯一伙人未经审判便被处决既不正当也不合法。因为这就是指控的内容,西塞罗正是因此被传唤受审。陷入危险并遭到起诉的西塞罗更换了衣服,蓬头垢面地四处走动哀求民众。
πανταχοῦ δʼ ὁ Κλώδιος ἀπήντα κατὰ τοὺς στενωπούς, ἀνθρώπους ἔχων ὑβριστὰς περὶ αὑτὸν καὶ θρασεῖς, οἳ πολλὰ μὲν χλευάζοντες ἀκολάστως εἰς τὴν μεταβολὴν καὶ τὸ σχῆμα τοῦ Κικέρωνος, πολλαχοῦ δὲ πηλῷ καὶ λίθοις βάλλοντες ἐνίσταντο ταῖς ἱκεσίαις.
然而克洛狄乌斯在街头巷尾随处阻拦他,身边带着傲慢而凶悍之徒,他们不仅肆意嘲弄西塞罗的变装和形貌,还在多处向他投掷泥块和石头,百般阻挠他的哀求。
- 30.2θρυπτομένου πρὸς ἀμφοτέρους
动词 θρύπτομαι 字面意为“破碎”或“变得柔弱”,在人际交往的语境中常引申为“姿态暧昧”、“卖弄风情”或“两面讨好”。此处指庞培在西塞罗与克洛狄乌斯双方之间不作明确表态,而是两边应付、态度模糊。
- 30.3ὡς ἄν τις οὐ μισῶν οὐδὲ χαλεπαίνων
ὡς ἄν 搭配分词 οὐ μισῶν οὐδὲ χαλεπαίνων,表达方式或伪装:“如同一个既无仇恨也无怒气之人”。ἄν 的加入赋予了分词短语某种虚拟/潜在色彩,突显出克洛狄乌斯的这种姿态完全是有意的伪装与表演。
- 30.3ἀπειπεῖν τῷ Καίσαρι τὴν πρεσβείαν
动词 ἀπειπεῖν 带有人的与格(τῷ Καίσαρι)和物的宾格(τὴν πρεσβείαν),意为“向某人推辞/谢绝某事”。此处指西塞罗回绝了凯撒此前接受并允诺的副官(使节)从军职位。
