← 普鲁塔克

西塞罗传

§29.1-29.7

克洛狄乌斯受审与西塞罗的作证及判决

在克洛狄乌斯的审判中,西塞罗在妻子特伦提娅的施压下出庭作证打破其不在场证明,多位贵族亦指控其乱伦等恶行,但克洛狄乌斯最终因受贿与民众威吓而被宣判无罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

Κικέρων δʼ ἦν μέν αὐτοῦ φίλος καί τῶν περὶ Κατιλίναν πραττομένων ἐχρῆτο προθυμοτάτῳ συνεργῷ καί φύλακι τοῦ σώματος, ἰσχυριζομένου δὲ πρὸς τὸ ἔγκλημα τῷ μηδὲ γεγονέναι κατʼ ἐκεῖνον ἐν Ῥώμῃ τὸν χρόνον, ἀλλʼ ἐν τοῖς πορρωτάτω χωρίοις διατρίβειν, κατεμαρτύρησεν ὡς ἀφιγμένου πρὸς αὐτὸν οἴκαδε1 καί διειλεγμένου περί τινων·

西塞罗本是他的朋友,并在处置喀提林一案的行动中将他当作极其热心的助手和护卫;但由于克洛狄乌斯针对这项指控坚称,他在那个时期根本不在罗马,而是滞留在最偏远的地方,西塞罗便作证反对他,声称他曾到自己家中并谈论过若干事项。

§29.2

ὅπερ ἦν ἀληθές, οὐ μὴν ἐδόκει μαρτυρεῖν ὁ Κικέρων διὰ τὴν ἀλήθειαν, ἀλλὰ πρὸς τὴν αὐτοῦ γυναῖκα Τερεντίαν ἀπολογούμενος. ἦν γὰρ αὐτῇ πρὸς τὸν Κλώδιον ἀπέχθεια διὰ τὴν ἀδελφὴν τὴν ἐκείνου Κλωδίαν, ὡς τῷ Κικέρωνι βουλομένην γαμηθῆναι καί τοῦτο διὰ Τύλλου τινὸς πράττουσαν,2 ὃς ἑταῖρος μέν ἦν καί συνήθης ἐν τοῖς μάλιστα Κικέρωνος, ἀεὶ δὲ πρὸς τὴν Κλωδίαν φοιτῶν καί θεραπεύων ἐγγὺς οἰκοῦσαν ὑποψίαν τῇ Τερεντίᾳ παρέσχε.

这本是实情,然而西塞罗被认为作证并非出于对真理的追求,而是为了向自己的妻子特伦提娅解释。因为特伦提娅与克洛狄乌斯交恶,原因是她认为他的姐妹克洛狄娅想嫁给西塞罗,并借由一个叫图卢斯的人来促成此事;图卢斯是西塞罗最亲密的同伴和知己,他不断拜访并奉承住在近旁的克洛狄娅,从而引起了特伦提娅的猜疑。

§29.3

χαλεπὴ δὲ τὸν τρόπον οὖσα καί τοῦ Κικέρωνος ἄρχουσα παρώξυνε τῷ Κλωδίῳ συνεπιθέσθαι καί καταμαρτυρῆσαι. κατεμαρτύρουν δὲ τοῦ Κλωδίου πολλοὶ τῶν καλῶν κάγαθῶν ἀνδρῶν ἐπιορκίας, ῥᾳδιουργίας, ὄχλων δεκασμούς, φθορὰς γυναικῶν. Λεύκολλος δὲ καί θεραπαινίδας παρεῖχεν ὡς συγγένοιτο τῇ νεωτάτῃ τῶν ἀδελφῶν ὁ Κλώδιος, ὅτε Λευκούλλῳ συνῴκει.

由于性情严苛且主宰着西塞罗,她怂恿他联合攻击克洛狄乌斯并出庭作证。许多良善高贵的人也纷纷出庭指证克洛狄乌斯的伪誓、奸恶、收买民众以及诱奸妇女。卢库鲁斯甚至提供了女仆作证,证明克洛狄乌斯在幼妹尚与卢库鲁斯同住为妻时曾与她通奸。

§29.4

πολλὴ δʼ ἦν δόξα καί ταῖς ἄλλαις δυσὶν ἀδελφαῖς πλησιάζειν τὸν Κλώδιον, ὧν Τερτίαν μέν Μάρκιος ὁ Ῥήξ, Κλωδίαν δὲ Μέτελλος ὁ Κέλερ εἶχεν, ἣν Κουαδρανταρίαν ἐκάλουν, ὅτι τῶν ἐραστῶν τις αὐτῇ χαλκοῦς ἐμβαλὼν εἰς βαλάντιον ὡς ἀργύριον εἰσέπεμψε· τὸ δὲ λεπτότατον τοῦ χαλκοῦ νομίσματος κουαδράντην ἐκάλουν. ἐπὶ ταύτῃ μάλιστα τῶν ἀδελφῶν κακῶς ἤκουσεν ὁ Κλώδιος.

当时也盛传克洛狄乌斯与另外两个姐妹有染,其中马尔基乌斯·雷克斯娶了特尔提娅,梅特卢斯·凯莱尔娶了克洛狄娅;人们称这位克洛狄娅为“四分之一铜币妇”,因为她的一个情人曾把铜币装入钱袋冒充银币送给她;他们把最小的铜币称为夸德兰斯。在这些姐妹中,克洛狄乌斯因这一个而名声尤为恶劣。

§29.5

οὐ μὴν ἀλλὰ τότε τοῦ δήμου πρὸς τοὺς καταμαρτυροῦντας αὐτοῦ καί συνεστῶτας ἀντιταττομένου φοβηθέντες οἱ δικασταὶ φυλακὴν περιεστήσαντο, καί τὰς δέλτους οἱ πλεῖστοι συγκεχυμένοις τοῖς γράμμασιν ἤνεγκαν. ὅμως δὲ πλείονες ἔδοξαν οἱ ἀπολύοντες γενέσθαι· καί τις ἐλέχθη καί δεκασμὸς διελθεῖν.

然而,当时民众与那些指证他并结伙反对他的人相对立,审判官们感到恐惧,便在身旁安排了警卫,多数人呈交的判决板上的字迹模糊难辨。尽管如此,判决无罪的人还是占了多数;据说也有贿金暗中流转。

§29.6

ὅθεν ὁ μέν Κάτλος ἀπαντήσας τοῖς κριταῖς, ὑμεῖς, εἶπεν, ὡς ἀληθῶς ὑπὲρ ἀσφαλείας ᾐτήσασθε τὴν φυλακήν, φοβούμενοι μή τις ὑμῶν ἀφέληται τὸ ἀργύριον. Κικέρων δὲ τοῦ Κλωδίου πρὸς αὐτὸν λέγοντος ὅτι μαρτυρῶν οὐκ ἔσχε πίστιν παρὰ τοῖς δικασταῖς, ἀλλʼ ἐμοὶ μέν, εἶπεν, οἱ πέντε καί εἴκοσι τῶν δικαστῶν ἐπίστευσαν τοσοῦτοι γάρ σου κατεψηφίσαντο· σοὶ δὲ τριάκοντα οὐκ ἐπίστευσαν οὐ γὰρ πρότερον ἀπέλυσαν ἢ ἔλαβον τὸ ἀργύριον.3

因此卡图卢斯遇见审判官们时,“你们,”他说,“当真要求护卫是为了安全,恐怕是担心有人从你们手中夺走那笔钱吧。” 当克洛狄乌斯对西塞罗说他的证词在审判官那里没有受到信任时,“然而对我,”西塞罗说,“审判官中有二十五人相信了,因为有这么多人投票判你有罪;但有三十人没有相信你,因为他们直到拿到钱才将你宣告无罪。”

§29.7

ὁ μέντοι Καῖσαρ οὐ κατεμαρτύρησε κληθεὶς ἐπὶ τὸν Κλώδιον, οὐδʼ ἔφη μοιχείαν κατεγνωκέναι τῆς γυναικός, ἀφεικέναι δʼ αὐτὴν ὅτι τὸν Καίσαρος ἔδει γάμον οὐ πράξεως αἰσχρᾶς μόνον, ἀλλὰ καί φήμης καθαρὸν εἶναι.

然而凯撒在被传唤指证克洛狄乌斯时并未作不利证言,也没有声称判定妻子犯有通奸罪,而是说休弃她是因为凯撒的婚姻不仅必须免于可耻的行为,而且连名声也必须无可指责。

语法注3 条
  1. 29.1ἰσχυριζομένου δὲ πρὸς τὸ ἔγκλημα τῷ μηδὲ γεγονέναι κατʼ ἐκεῖνον ἐν Ῥώμῃ τὸν χρόνον, ἀλλʼ ἐν τοῖς πορρωτάτω χωρίοις διατρίβειν, κατεμαρτύρησεν ὡς ἀφιγμένου πρὸς αὐτὸν οἴκαδε

    ἰσχυριζομένου 为属格独立结构,逻辑主语为克洛狄乌斯。随后的带冠词不定式与格短语 τῷ μηδὲ γεγονέναι... διατρίβειν 表示其抗辩(ἰσχυριζομένου)的根据或内容。后半句的 ὡς ἀφιγμένου... καί διειλεγμένου 则由连词 ὡς 搭配属格分词(属格独立结构之引申用法),引出主句动词 κατεμαρτύρησεν(出庭作不利证言)所针对的陈述事实/主张内容。

  2. 29.2ὡς τῷ Κικέρωνι βουλομένην γαμηθῆναι καί τοῦτο διὰ Τύλλου τινὸς πράττουσαν

    连词 ὡς 后接宾格分词 βουλομένην 和 πράττουσαν,在性、数、格上与前文的 τὴν ἀδελφὴν τὴν ἐκείνου Κλωδίαν 一致。此处用于表达主观设想或动机,即特伦提娅所猜疑和认定的理由,而非叙述者断定的客观事实。

  3. 29.6οὐ γὰρ πρότερον ἀπέλυσαν ἢ ἔλαβον τὸ ἀργύριον

    短语 οὐ πρότερον ... ἤ 字面意义为“不早于……”,即“直到……才……”。与不定过去时直陈式 ἀπέλυσαν 和 ἔλαβον 连用,构成讽刺有力的修辞,意为“审判官们直到收了贿金才将你宣告无罪”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:29.1-29.7