← 普鲁塔克

西塞罗传

§2.1-2.4

西塞罗的诞生神兆与早年天赋

本节记述了西塞罗平顺的出生及其乳母所见的吉兆、他在求学初期的过人天赋与同侪的敬仰,以及他早年诗歌创作的成就与后来诗名衰微的历史际遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

τεχθῆναι δὲ Κικέρωνα λέγουσιν ἀνωδύνως καί ἀπόνως λοχευθείσης αὐτοῦ τῆς μητρὸς ἡμέρᾳ τρίτῃ τῶν νέων Καλανδῶν, ἐν ᾗ νῦν οἱ ἄρχοντες εὔχονται καί θύουσιν ὑπὲρ τοῦ ἡγεμόνος. τῇ δὲ τίτθῃ φάσμα δοκεῖ γενέσθαι καί προειπεῖν ὡς ὄφελος μέγα πᾶσι Ῥωμαίοις ἐκτρεφούσῃ.1

据说西塞罗是在其母亲毫无痛苦与辛劳地分娩时出生的,那是新卡兰德的第三日,即如今政务官们为元首祈祷并献祭的日子。而据说他的乳母曾见到幻象,预告说她抚育的正是一个造福全体罗马人的伟大人物。

§2.2

ταῦτα δὲ ἄλλως ὀνείρατα καί φλύαρον εἶναι δοκοῦντα ταχέως αὐτὸς ἀπέδειξε μαντείαν ἀληθινὴν ἐν ἡλικίᾳ τοῦ μανθάνειν γενόμενος, διʼ εὐφυΐαν ἐκλάμψας καί λαβὼν ὄνομα καί δόξαν ἐν τοῖς παισίν, ὥστε τοὺς πατέρας αὑτῶν ἐπιφοιτᾶν τοῖς διδασκαλείοις ὄψει τε βουλομένους ἰδεῖν τὸν Κικέρωνα καὶ τὴν ὑμνουμένην αὐτοῦ περὶ τὰς μαθήσεις ὀξύτητα καί σύνεσιν ἱστορῆσαι, τοὺς δʼ ἀγροικοτέρους ὀργίζεσθαι τοῖς υἱέσιν ὁρῶντας ἐν ταῖς ὁδοῖς τὸν Κικέρωνα μέσον αὑτῶν ἐπὶ τιμῇ λαμβάνοντας.2

这些事情起初虽看似不过是虚妄的梦境与无稽之谈,但他本人在到了求学之年时,很快就证明了那是真正的预言;他凭借天赋崭露头角,在少年们当中赢得了声誉与威望,以致少年们的父亲纷纷前往学堂,既渴望亲眼见见西塞罗,又想查考他在学业方面备受赞扬的敏锐与理解力;而那些更为粗鄙的父亲,因看见自己的儿子们在街道上以示尊敬地把西塞罗簇拥在中间,便对儿子们大发雷霆。

§2.3

γενόμενος δʼ, ὥσπερ ὁ Πλάτων ἀξιοῖ τὴν φιλομαθῆ καί φιλόσοφον φύσιν, οἷος ἀσπάζεσθαι πᾶν μάθημα καί μηδὲν λόγου μηδὲ παιδείας ἀτιμάζειν εἶδος, ἐρρύη πως προθυμότερον ἐπὶ ποιητικήν. καί τι καί ποιημάτιον ἔτι παιδὸς αὐτοῦ διασῴζεται, Πόντιος Γλαῦκος, ἐν τετραμέτρῳ πεποιημένον. προϊὼν δὲ τῷ χρόνῳ καί ποικιλώτερον ἁπτόμενος τῆς περὶ ταῦτα μούσης, ἔδοξεν οὐ μόνον ῥήτωρ, ἀλλὰ καί ποιητὴς ἄριστος εἶναι Ῥωμαίων.

他成了这样的人——正如柏拉图对乐于求学和热爱智慧的天性所要求的那样——欣然接纳一切学问,且不轻视任何形式的言论与教化,他更富有热情地投身于诗歌创作。他尚在幼年时写下的一首小诗《庞提乌斯·格劳库斯》流传至今,该诗是以四音步诗节写就的。随着岁月的流逝,他更加多样化地涉猎这一领域的文艺,不仅被视为罗马人中最杰出的演说家,也被认为是最卓越的诗人。

§2.4

ἡ μὲν οὖν ἐπὶ τῇ ῥητορικῇ δόξα μέχρι νῦν διαμένει, καίπερ οὐ μικρᾶς γεγενημένης περὶ τοὺς λόγους καινοτομίας, τὴν δὲ ποιητικὴν αὐτοῦ, πολλῶν εὐφυῶν ἐπιγενομένων, παντάπασιν ἀκλεῆ καί ἄτιμον ἔρρειν συμβέβηκεν.3

于是,尽管在言论方面发生了不小的革新,他在修辞方面的名望仍流传至今;但他的诗作,由于后来涌现出众多才华横溢之士,最终却落得个毫无声名、不受尊崇的彻底湮没结局。

语法注3 条
  1. 2.1ὡς ὄφελος μέγα πᾶσι Ῥωμαίοις ἐκτρεφούσῃ

    与格分词 ἐκτρεφούσῃ 与前文的 τῇ τίτθῃ 一致,依存于动词 προειπεῖν。虚词 ὡς 与分词连用,以间接引语的形式引出预言的具体内容(“预告说她抚育的正是一个……”),而非仅仅表示主观理由(“因为抚育……而预言”)。

  2. 2.2ὁρῶντας ἐν ταῖς ὁδοῖς τὸν Κικέρωνα μέσον αὑτῶν ἐπὶ τιμῇ λαμβάνοντας

    分词 ὁρῶντας 为宾格,与由 ὥστε 引导的不定词 ὀργίζεσθαι 的逻辑主语 τοὺς ἀγροικοτέρους 一致。另一方面,λαμβάνοντας 是感官动词 ὁρῶντας 的宾格补足分词,以前文与格的 τοῖς υἱέσιν(受 ὀργίζεσθαι 支配)为逻辑主语,构成“看见儿子们将西塞罗簇拥在中间”之意。

  3. 2.4τὴν δὲ ποιητικὴν αὐτοῦ, πολλῶν εὐφυῶν ἐπιγενομένων, παντάπασιν ἀκλεῆ καί ἄτιμον ἔρρειν συμβέβηκεν

    全句的核心谓语为非人称动词 συμβέβηκεν(“落得……结果”),不定词 ἔρρειν 的逻辑宾格主语 τὴν ποιητικὴν αὐτοῦ(“他的诗作”)被前置至句首(prolepsis)。独立属格结构 πολλῶν εὐφυῶν ἐπιγενομένων 插入其中,形容词 ἀκλεῆ καί ἄτιμον 则充当不定词的表语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:2.1-2.4