- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:28.1-28.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在众人对西塞罗反感日深的背景下,记述了克洛狄乌斯男扮女装潜入凯撒府邸密仪的丑闻,以及败露后庞培娅被休弃与克洛狄乌斯遭起诉的经过。
ἐκ τούτων ἐγίνετο πολλοῖς ἐπαχθής· καὶ οἱ μετὰ Κλωδίου συνέστησαν ἐπʼ αὐτόν ἀρχὴν τοιαύτην λαβόντες. ἦν Κλώδιος ἀνὴρ εὐγενής, τῇ μὲν ἡλικίᾳ νέος, τῷ δὲ φρονήματι θρασὺς καὶ αὐθάδης, οὗτος ἐρῶν Πομπηίας τῆς Καίσαρος γυναικός εἰς τὴν οἰκίαν αὐτοῦ παρεισῆλθε κρύφα, λαβὼν ἐσθῆτα καὶ σκευὴν ψαλτρίας· ἔθυον γὰρ αἱ γυναῖκες τὴν ἀπόρρητον ἐκείνην καὶ ἀθέατον ἀνδράσι1 θυσίαν ἐν τῇ τοῦ Καίσαρος οἰκίᾳ, καὶ παρῆν ἀνὴρ οὐδείς·
因这些事,他变得令许多人反感;克洛狄乌斯的一派便因如下的起因而结伙反对他。克洛狄乌斯出身贵族,年纪尚轻,性情却鲁莽狂妄。他恋慕凯撒的妻子庞培娅,便穿戴上女琴师的衣饰装束,偷偷潜入凯撒家中;因为当时妇女们正在凯撒家中举行那场向男子秘而不宣、不容窥见的祭仪,没有任何男子在场。
ἀλλὰ μειράκιον ὢν ἔτι καὶ μήπω γενειῶν ὁ Κλώδιος ἤλπιζε λήσεσθαι διαδὺς2 πρὸς τὴν Πομπηίαν μετὰ τῶν γυναικῶν, ὡς δʼ εἰσῆλθε νυκτὸς εἰς οἰκίαν μεγάλην, ἠπορεῖτο τῶν διόδων· καὶ πλανώμενον αὐτόν ἰδοῦσα Αὐρηλίας θεραπαινὶς τῆς Καίσαρος μητρός, ᾔτησεν ὄνομα, φθέγξασθαι δʼ ἀναγκασθέντος ἐκείνου καὶ φήσαντος3 ἀκόλουθον Πομπηίας ζητεῖν Ἄβραν τοὔνομα, συνεῖσα τὴν φωνὴν οὐ γυναικείαν οὖσαν ἀνέκραγε καὶ συνεκάλει τὰς γυναῖκας.
然而,克洛狄乌斯因仍是个尚未蓄须的青年,指望混在妇人中间悄悄潜行至庞培娅身边,但夜间进入这所大宅后,却迷失了过道。凯撒的母亲奥蕾莉亚的一个女仆见他四处游荡,便盘问他的名字;他被迫开口应答,说正在寻找一个名叫阿布拉的庞培娅侍女,女仆察觉那声音不是女人的,便失声尖叫,把妇人们召集了过来。
αἱ δʼ ἀποκλείσασαι τὰς θύρας καὶ πάντα διερευνώμεναι λαμβάνουσι τὸν Κλώδιον εἰς οἴκημα παιδίσκης, ᾗ συνεισῆλθε, καταπεφευγότα. τοῦ δὲ πράγματος περιβοήτου γενομένου Καῖσάρ τε τὴν Πομπηΐαν ἀφῆκε καὶ δίκην ἀσεβείας ἀπεγράψατο τῷ Κλωδίῳ.4
妇人们锁上房门,四处搜查,终于捉住了克洛狄乌斯,他当时已逃进了与他一同进入宅中的那个女仆的房间里。此事闹得满城风雨之后,凯撒既休弃了庞培娅,又对克洛狄乌斯提起了不敬神的诉讼。
- 28.1ἀθέατον ἀνδράσι
与形容词 ἀθέατον(不容窥见的)连用的与格 ἀνδράσι,充当动作主体与格或关系与格(“对男子而言不可见的”/“不为男子所窥见的”)。
- 28.2λήσεσθαι διαδὺς
动词 λανθάνω 的将来时不定式 λήσεσθαι 与不定过去时分词 διαδύς 构成的惯用句式,意为“不被察觉地潜入/溜过”。作为 ἤλπιζε(他指望)后面的间接引语,不定式的主语与主句主语(ὁ Κλώδιος)一致,故分词采用主格形式 διαδύς。
- 28.2φθέγξασθαι δʼ ἀναγκασθέντος ἐκείνου καὶ φήσαντος
属格独立结构。被动分词 ἀναγκασθέντος 和主动分词 φήσαντος 通过 καί 并列修饰代词 ἐκείνου。后者 φήσαντος 引出了宾格带不定式结构(ἀκόλουθον ... ζητεῖν)。
- 28.3Καῖσάρ τε τὴν Πομπηΐαν ἀφῆκε καὶ δίκην ἀσεβείας ἀπεγράψατο τῷ Κλωδίῳ
连词 τε ... καί 连接了两个主句动词(ἀφῆκε 和中间态 ἀπεγράψατο),在语法上两者的主语皆为 Καῖσαρ。中间态短语 ἀπογράφομαι δίκην τινί 意为“向某人提起/登记公诉”。虽然历史上实际起诉者为伦图鲁斯,但就本文句法结构而言,凯撒被置于两个动词的共同主语位置。
