- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:27.1-27.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述西塞罗为博笑声而无差别讽刺冒犯他人(包括阿奎纽斯、科塔、沃科纽斯、盖利乌斯及福斯图斯·苏拉)的几个事例,以及这为他带来的诸多怨恨。
τὸ μὲν οὖν πρὸς ἐχθροὺς ἢ ἀντιδίκους σκώμμασι χρῆσθαι πικροτέροις δοκεῖ ῥητορικὸν εἶναι· τὸ δʼ οἷς ἔτυχε προσκρούειν ἕνεκα τοῦ γελοίου1 πολὺ συνῆγε μῖσος αὐτῷ. γράψω δὲ καὶ τούτων ὀλίγα. Μᾶρκον Ἀκύΐνιον ἔχοντα δύο γαμβροὺς φυγάδας Ἄδραστον ἐκάλει.
向仇敌或诉讼对手施以辛辣的嘲弄,固然显得合乎修辞辩论之道;但他为了博人一笑而向偶遇之人横加冒犯,却为自己招致了诸多怨恨。关于这些,我也要略记几桩。马尔库斯·阿奎纽斯有两个被流放的女婿,西塞罗便称他为“阿德剌斯托斯”。
Λευκίου δὲ Κόττα τιμητικὴν ἔχοντος ἀρχήν, φιλοινοτάτου δʼ ὄντος, ὑπατείαν μετιὼν ὁ Κικέρων ἐδίψησε, καὶ τῶν φίλων κύκλῳ περιστάντων ὡς ἔπινεν, ὀρθῶς φοβεῖσθε, εἶπε, μή μοι γένοιτο χαλεπὸς ὁ τιμητὴς ὅτι ὕδωρ πίνω. Βωκωνίῳ δʼ ἀπαντήσας ἄγοντι μεθʼ ἑαυτοῦ τρεῖς ἀμορφοτάτας θυγατέρας ἀνεφθέγξατο· "Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα."
当极度嗜酒的卢基乌斯·科塔担任监察官时,正在谋求执政官职位的西塞罗感到口渴;当朋友们围在他身旁看他饮水时,他说: “你们的担忧很有道理,唯恐监察官因我喝水而严厉惩罚我。” 西塞罗遇上带着三个奇丑无比的女儿的沃科纽斯时,脱口诵道: “当年福玻斯本不容许,他却播下了子嗣。”
Μάρκου δὲ Γελλίου δοκοῦντος οὐκ ἐξ ἐλευθέρων γεγονέναι, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ μεγάλῃ γράμματα πρὸς τὴν σύγκλητον ἐξαναγνόντος, μὴ θαυμάζετε, εἶπε, καὶ αὐτὸς εἷς ἐστι τῶν ἀναπεφωνηκότων.2 ἐπεὶ δὲ Φαῦστος ὁ Σύλλα τοῦ μοναρχήσαντος ἐν Ῥώμῃ καὶ πολλοὺς ἐπὶ θανάτῳ προγράψαντος ἐν δανείοις γενόμενος καὶ πολλὰ τῆς οὐσίας διασπαθήσας ἀπάρτιον προέγραψε,3 ταύτην ἔφη μᾶλλον αὐτῷ τὴν προγραφὴν ἀρέσκειν ἢ τὴν πατρῴαν.
马尔库斯·盖利乌斯被认为出身非自由民,当他用洪亮高亢的声音向元老院宣读信件时,西塞罗说: “不要惊奇;他本人也是大声呼喊过的人之一。” 在罗马实行专制独裁并将许多人列名于死亡公报之上的苏拉的儿子福斯图斯负债累累,挥霍了大半家产,贴出财产拍卖的公告;西塞罗于是说,比起他父亲的那份公报,自己倒更喜欢这一份公报。
- 27.1τὸ δʼ οἷς ἔτυχε προσκρούειν ἕνεκα τοῦ γελοίου
该冠词与不定词短语构成动词 συνῆγε 的主语,与前句的 τὸ μὲν οὖν... δοκεῖ 相对比。οἷς ἔτυχε 相当于 τούτοις οἷς ἔτυχε(“偶然遇见的那些人”),作为支配与格的动词 προσκρούειν(冒犯、起冲突)的与格宾语。
- 27.3εἷς ἐστι τῶν ἀναπεφωνηκότων
ἀναφωνέω 意为“高声呼喊/宣布”。此处为现在完成时主动分词属格复数,玩弄双关:既指练习发声或盖利乌斯刚才“高声宣读”,又暗指在市场上充当传令官或拍卖叫卖者(常由获释奴隶等非自由民担任)而“高声叫喊”,以此讥讽他的非自由民出身。
- 27.3ἀπάρτιον προέγραψε
ἀπάρτιον 指拍卖抵债财物的清单或财产变卖,προέγραψε 意为“张贴告示”。此处的幽默在于利用 προγράφω / προγραφή 的双关含义:父辈苏拉张贴的是处决政敌的“公报/公敌宣告”(proscriptio),而其子福斯图斯张贴的则是因破产变卖财产的“拍卖告示”。
