- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:26.1-26.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了西塞罗针对克拉苏、瓦提纽斯、卢基乌斯·盖利乌斯、梅特卢斯·内波斯等同代人所发表的一系列机智而辛辣的嘲讽与妙语。
μέλλων δὲ Κράσσος εἰς Συρίαν ἀπαίρειν ἐβούλετο τὸν Κικέρωνα μᾶλλον αὐτῷ φίλον ἢ ἐχθρὸν εἶναι· καί φιλοφρονούμενος ἔφη βούλεσθαι δειπνῆσαι παρʼ αὐτῷ· κἀκεῖνος ὑπεδέξατο προθύμως. ὀλίγαις δʼ ὕστερον ἡμέραις περὶ Βατινίου φίλων τινῶν ἐντυγχανόντων ὡς μνωμένου διαλύσεις καί φιλίαν1 ἦν γὰρ ἐχθρός, οὐ δήπου καί Βατίνιος, εἶπε, δειπνῆσαι παρʼ ἐμοὶ βούλεται; πρὸς μὲν οὖν Κράσσον τοιοῦτος.
当克拉苏正准备起航前往叙利亚时,他希望西塞罗成为自己的朋友而不是敌人;他表示出友善,说想要去西塞罗家里赴宴;西塞罗也欣然接待了他。几天后,有几位朋友为瓦提纽斯说情,说他正谋求和解与友谊——因为他原本是西塞罗的仇人——西塞罗便说: “难道瓦提纽斯也想来我家赴宴不成?” 他对克拉苏的态度便是如此。
αὐτὸν δὲ τὸν Βατίνιον ἔχοντα χοιράδας ἐν τῷ τραχήλῳ καί λέγοντα δίκην οἰδοῦντα ῥήτορα προσεῖπεν. ἀκούσας δʼ ὅτι τέθνηκεν, εἶτα μετὰ μικρὸν πυθόμενος σαφῶς ὅτι ζῇ, κακὸς τοίνυν ἀπόλοιτο κακῶς ὁ ψευσάμενος.
至于瓦提纽斯本人,由于颈部长了瘰疬却还在法庭上辩论,西塞罗便称他为“肿胀的演说家”。后来西塞罗听说瓦提纽斯死了,但不久又确切得知他还活着,便说: “那么,愿那个撒谎的恶徒惨死吧!”
ἐπεὶ δὲ Καίσαρι ψηφισαμένῳ τὴν ἐν Καμπανίᾳ χώραν κατανεμηθῆναι τοῖς στρατιώταις πολλοὶ μὲν ἐδυσχέραινον ἐν τῇ βουλῇ, Λεύκιος δὲ Γέλλιος ὁμοῦ τι πρεσβύτατος ὢν εἶπεν ὡς οὐ γενήσεται τοῦτο ζῶντος αὐτοῦ, περιμείνωμεν εἶπεν ὁ Κικέρων, μακρὰν γὰρ οὐκ αἰτεῖται Γέλλιος ὑπέρθεσιν.
当恺撒提出法案要把坎帕尼亚的土地分配给士兵时,元老院中的许多人都感到愤慨,而卢基乌斯·盖利乌斯作为元老院中最年长的人之一,宣称只要自己活着,这事就绝不可能发生。西塞罗于是说: “我们等等看吧;因为盖利乌斯所要求的延期并不长。”
ἦν δέ τις Ὀκταούιος αἰτίαν ἔχων ἐκ Λιβύης γεγονέναι· πρὸς τοῦτον ἔν τινι δίκῃ λέγοντα τοῦ Κικέρωνος μὴ ἐξακούειν, καὶ μὴν οὐκ ἔχεις, εἶπε, τὸ οὖς ἀτρύπητον.2 Μετέλλου δὲ Νέπωτος εἰπόντος ὅτι πλείονας καταμαρτυρῶν ἀνῄρηκεν ἢ συνηγορῶν σέσωκεν, ὁμολογῶ γάρ, ἔφη, πίστεως ἐν ἐμοὶ πλέον ἢ δεινότητος εἶναι.
另有一个名叫屋大维乌斯的人,被传为利比亚出身;当此人在某场诉讼中声称听不清西塞罗说话时,西塞罗说: “可是,你的耳朵并不是没有穿孔啊。” 梅特卢斯·内波斯曾说西塞罗通过出庭作证毁掉的人比通过出庭辩护拯救的人还要多,西塞罗回答说: “我承认这点;因为在我身上,诚信胜于口才。”
νεανίσκου δέ τινος αἰτίαν ἔχοντος ἐν πλακοῦντι φάρμακον τῷ πατρὶ δεδωκέναι θρασυνομένου καί λέγοντος ὅτι λοιδορήσει τὸν Κικέρωνα, τοῦτο, ἔφη, παρὰ σοῦ βούλομαι μᾶλλον ἢ πλακοῦντα. Ποπλίου δὲ Σηστίου συνήγορον μὲν αὐτὸν ἔν τινι δίκῃ παραλαβόντος μεθʼ ἑτέρων, αὐτοῦ δὲ πάντα βουλομένου λέγειν καί μηδενὶ παριέντος εἰπεῖν, ὡς δῆλος ἦν ἀφιέμενος ὑπὸ τῶν δικαστῶν ἤδη τῆς ψήφου φερομένης, χρῶ σήμερον, ἔφη, τῷ καιρῷ, Σήστιε μέλλεις γὰρ αὔριον ἰδιώτης εἶναι.
有个青年被指控把毒药混在甜饼中给父亲服下,他态度嚣张,扬言要痛骂西塞罗一顿,西塞罗便说: “我倒宁愿从你那里得到这个,而不愿得到甜饼。” 普布利乌斯·塞斯提乌斯在某场诉讼中聘请西塞罗与其他律师一同为自己辩护,但他却总想独揽发言,不给任何人说话的机会;而在投票进行中、他显然将被法官宣判无罪时,西塞罗说: “塞斯提乌斯,趁着今天好好利用这个机会吧;因为明天你就要变成一介平民了。”
Πόπλιον δὲ Κώνσταν νομικὸν εἶναι βουλόμενον, ὄντα δʼ ἀμαθῆ καί ἀφυῆ, πρός τινα δίκην ἐκάλεσε μάρτυρα· τοῦ δὲ μηδὲν εἰδέναι φάσκοντος, ἴσως, ἔφη, δοκεῖς περὶ τῶν νομικῶν ἐρωτᾶσθαι. Μετέλλου δὲ Νέπωτος ἐν διαφορᾷ τινι πολλάκις λέγοντος τίς σοῦ πατήρ ἐστιν, ὁ Κικέρων σοὶ ταύτην ἔφη τὴν ἀπόκρισιν ἡ μήτηρ χαλεπωτέραν ἐποίησεν.
普布利乌斯·孔斯塔斯自诩为法律专家,实际上却无知且愚钝,西塞罗在某场诉讼中传唤他作证;当他宣称自己什么都不知道时,西塞罗说: “或许你以为别人问你的是有关法律的问题吧。” 梅特卢斯·内波斯在一次争吵中屡次追问:“你的父亲是谁?”西塞罗回答道: “你的母亲让你更难回答这个问题。”
ἐδόκει δʼ ἀκόλαστος ἡ μήτηρ εἶναι τοῦ Νέπωτος, αὐτὸς δέ τις εὐμετάβολος. καί ποτε τὴν δημαρχίαν ἀπολιπὼν ἄφνω πρὸς Πομπήϊον ἐξέπλευσεν εἰς Συρίαν, εἶτʼ ἐκεῖθεν ἐπανῆλθεν ἀλογώτερον. θάψας δὲ Φίλαγρον τὸν καθηγητὴν ἐπιμελέστερον ἐπέστησεν αὐτοῦ τῷ τάφῳ κόρακα λίθινον καί ὁ Κικέρων· τοῦτʼ, ἔφη σοφώτερον ἐποίησας· πέτεσθαι γάρ σε μᾶλλον ἢ λέγειν ἐδίδαξεν.
内波斯的母亲被认为品行放荡,而他本人也是个反复无常的人。有一次,他突然抛弃保民官职位乘船前往叙利亚投奔庞培,随后又更加莫名其妙地从那里返回。他在隆重安葬了自己的老师菲拉格罗斯之后,在其墓上安置了一只石乌鸦。西塞罗于是说: “你这件事做得比较聪明;因为他教给你的是飞翔,而不是演说。”
ἐπεὶ δὲ Μᾶρκος Ἄππιος ἔν τινι δίκῃ προοιμιαζόμενος εἶπε φίλον αὐτοῦ δεδεῆσθαι παρασχεῖν ἐπιμέλειαν καί λογιότητα καί πίστιν, εἶθʼ οὕτως, ἔφη, σιδηροῦς γέγονας ἄνθρωπος ὥστε μηδὲν ἐκ τοσούτων ὧν ᾐτήσαθʼ3 ὁ φίλος παρασχεῖν;
马尔库斯·阿皮乌斯在某场诉讼的开场白中说,自己的朋友曾请求他奉献出勤勉、雄辩和忠诚,西塞罗便说: “难道你真是这样一个铁石心肠的人,以至于在朋友所请求的那么多东西中,竟连一样也拿不出来吗?”
- 26.1ὡς μνωμένου διαλύσεις καί φιλίαν
由 ὡς 与属格分词 μνωμένου 构成的属格绝对结构,表示朋友们所转述或主张的主观理由(“声称他正在谋求和解与友谊”)。
- 26.3οὐκ ἔχεις ... τὸ οὖς ἀτρύπητον.
通过双重否定(οὐκ ... ἀτρύπητον,字面为“你的耳朵并非没有穿孔”)构成的弱陈反说(litotes)。在当时,穿耳洞带有奴隶出身或东方/异族血统的侮辱性暗示。
- 26.8μηδὲν ἐκ τοσούτων ὧν ᾐτήσαθʼ
关系代词的引折(attractio relativi)。关系代词在句法上本应作 ᾐτήσατο 的直接宾语而用宾格 ἃ,但受到先行词 τοσούτων 的属格影响而被同化为属格 ὧν。
