- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:25.1-25.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了西塞罗因恃才自傲而频频逾矩的尖刻言行,尤其是他对克拉苏及其子所作的一系列讽刺、讥弄与机智回击。
ταῦτά τε δὴ φιλότιμα, καὶ τὸ πολλάκις ἐπαιρόμενον τοῦ λόγου τῇ δεινότητι τὸ πρέπον προΐεσθαι.1 Μουνατίῳ μὲν γάρ ποτε συνηγορήσας, ὡς ἀποφυγὼν τὴν δίκην ἐκεῖνος ἐδίωκεν ἑταῖρον αὐτοῦ Σαβῖνον, οὕτω λέγεται προπεσεῖν ὑπʼ ὀργῆς ὁ Κικέρων ὥστʼ εἰπεῖν· σὺ γὰρ ἐκείνην, ὦ Μουνάτιε, τὴν δίκην ἀπέφυγες διὰ σαυτόν, οὐκ ἐμοῦ πολὺ σκότος ἐν φωτὶ τῷ δικαστηρίῳ περιχέαντος;
这些确实是争名好胜的表现,而他屡屡被自己雄辩的威力所驱使而抛弃得体分寸,亦是如此。有一次他曾为穆纳提乌斯辩护,但此人在诉讼中获判无罪后,反倒控告西塞罗的友人萨比努斯,据说西塞罗因愤怒而不能自制,以至于说道: “穆纳提乌斯,你以为你是靠自己才从那场官司中脱罪的吗?难道不是因为我在光天化日之下给法庭蒙上了一层浓重黑暗的缘故吗?”
Μᾶρκον δὲ Κράσσον ἐγκωμιάζων ἀπὸ τοῦ βήματος εὐημέρησε, καὶ μεθʼ ἡμέρας αὖθις ὀλίγας λοιδορῶν αὐτόν, ὡς ἐκεῖνος εἶπεν οὐ γὰρ ἐνταῦθα πρώην αὐτὸς ἡμᾶς ἐπῄνεις; ναί, φησι, μελέτης ἕνεκεν γυμνάζων τὸν λόγον εἰς φαύλην ὑπόθεσιν.
又有一次,他在演说坛上称赞马尔库斯·克拉苏并博得满堂喝彩,但几天后又辱骂起他来;当克拉苏说道: “前不久你不是就在这里亲自称赞过我们吗?” 西塞罗说: “是啊, 那不过是为了练习,拿个拙劣的题目来锻炼自己的口才罢了。”
εἰπόντος δέ ποτε τοῦ Κράσσου μηδένα Κράσσον ἐν Ῥώμῃ βεβιωκέναι μακρότερον ἑξηκονταετίας, εἶθʼ ὕστερον ἀρνουμένου καὶ λέγοντος, τί δʼ ἂν ἐγὼ παθὼν τοῦτʼ εἶπον;2 ἤιδεις, ἔφη, Ῥωμαίους ἡδέως ἀκουσομένους καὶ διὰ τοῦτʼ ἐδημαγώγεις. ἀρέσκεσθαι δὲ τοῦ Κράσσου τοῖς Στωικοῖς φήσαντος, ὅτι πλούσιον εἶναι τὸν ἀγαθὸν ἀποφαίνουσιν, ὅρα μὴ μᾶλλον3 εἶπεν, ὅτι πάντα τοῦ σοφοῦ λέγουσιν εἶναι.
有一次,克拉苏声称在罗马没有任何一个克拉苏家族的人活过六十岁,后来他又否认,并说道: “我究竟是发了什么疯才会说出这样的话?” 西塞罗说道: “你明知 罗马人乐于听到这话,所以才故意以此来讨好民众的。” 当克拉苏表示自己喜欢斯多葛派学者,因为他们宣称善人即是富人时,西塞罗说: “仔细看清楚,难道不是更因为 他们说一切都归智者所有吗?”
διεβάλλετο δʼ εἰς φιλαργυρίαν ὁ Κράσσος. ἐπεὶ δὲ τοῦ Κράσσου τῶν παίδων ὁ ἕτερος Ἀξίῳ τινὶ δοκῶν ὅμοιος εἶναι, καὶ διὰ τοῦτο τῇ μητρὶ προστριβόμενος αἰσχρὰν ἐπὶ τῷ Ἀξίῳ διαβολήν εὐδοκίμησε λόγον ἐν βουλῇ διελθών, ἐρωτηθεὶς ὁ Κικέρων τί φαίνεται αὐτῷ, ἄξιος, εἶπε, Κράσσου.4
克拉苏当时正因贪婪而遭人非议。克拉苏的一个儿子相貌酷似某个名叫阿克西乌斯的人,并因此令其母亲背负了与阿克西乌斯有染的丑恶丑闻;当这个儿子在元老院发表演说博得好评后,有人问西塞罗对此有何看法,西塞罗回答说: “配得上(双关‘阿克西乌斯’) 克拉苏。”
- 25.1τὸ πολλάκις ἐπαιρόμενον τοῦ λόγου τῇ δεινότητι τὸ πρέπον προΐεσθαι
由冠词引出的不定式短语(τὸ ... προΐεσθαι)与句首的 ταῦτα 并列构成主语(或表语要素)。宾格分词 ἐπαιρόμενον 修饰不定式 προΐεσθαι 的逻辑主语(即西塞罗自身)。
- 25.3τί δʼ ἂν ἐγὼ παθὼν τοῦτʼ εἶπον;
惯用表达 τί παθών(“受了何种变故/发了何等疯而……”)与搭配 ἄν 的直陈式不定过去时(εἶπον)结合,表示对过去行为的推测或难以置信的反问:“我究竟是发了什么疯/出了什么事才会说出这种话?”
- 25.3ὅρα μὴ μᾶλλον
祈使语气 ὅρα 后接 μή 与 μᾶλλον,构成一种带有嘲弄与委婉提示意味的惯用句式(“当心是否更因为……”、“倒不妨看一看是不是因为……”),其后的 ὅτι 从句引出西塞罗所指出的真正缘由。
- 25.4ἄξιος ... Κράσσου
此处借由专有名词阿克西乌斯(Ἄξιος)与支配属格 Κράσσου 的形容词 ἄξιος(“配得上的、相称的”)构成了双关语。表面上是在称赞其“配得上克拉苏”,实则暗讽他是“克拉苏家的阿克西乌斯(私生子)”。
