- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:24.1-24.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗因屡屡自吹自擂而招致众人反感,但他并不嫉妒他人,反而极力推崇古今的贤达文士。他为漫步学派的克拉提普斯争取公民权并支持其讲学,仅有针对高尔吉亚与佩洛普斯的信件带有些许怒意。
καὶ μέγιστον μὲν ἴσχυσεν ἐν τῇ πόλει τότε, πολλοῖς δʼ ἐπίφθονον ἑαυτὸν ἐποίησεν ἀπʼ οὐδενὸς ἔργου πονηροῦ, τῷ δʼ ἐπαινεῖν ἀεὶ καὶ μεγαλύνειν αὐτὸς ἑαυτὸν1 ὑπὸ πολλῶν δυσχεραινόμενος. οὔτε γὰρ βουλὴν οὔτε δῆμον οὔτε δικαστήριον ἦν συνελθεῖν2 ἐν ᾧ μὴ Κατιλίναν ἔδει θρυλούμενον ἀκοῦσαι καὶ Λέντλον.
当时西塞罗在城邦中权势最盛,但他并未犯下任何恶行,却因不断自我称赞、自我吹嘘而遭到许多人的反感,从而招致了许多人的嫉恨。因为无论是元老院、公民大会还是法庭集会,无一处不不得不听他反复提起喀提林和兰图鲁斯。
ἀλλὰ καὶ τὰ βιβλία τελευτῶν κατέπλησε καὶ τὰ συγγράμματα τῶν ἐγκωμίων καὶ τὸν λόγον ἥδιστον ὄντα καὶ χάριν ἔχοντα πλείστην ἐπαχθῆ καὶ φορτικὸν ἐποίησε τοῖς ἀκροωμένοις, ὥσπερ τινὸς ἀεὶ κηρὸς αὐτῷ τῆς ἀηδίας ταύτης προσούσης. ὅμως δέ, καίπερ οὕτως ἀκράτῳ φιλοτιμίᾳ συνών, ἀπήλλακτο τοῦ φθονεῖν ἑτέροις, ἀφθονώτατος ὢν ἐν τῷ τοὺς πρὸ αὐτοῦ καὶ τοὺς καθʼ αὑτὸν ἄνδρας ἐγκωμιάζειν, ὡς ἐκ τῶν συγγραμμάτων λαβεῖν ἔστι.
不仅如此,他最终还在自己的著作和文章中堆满了对自己的赞美,使原本最悦耳、极富魅力的言论在听众听来变得沉重而令人生厌,仿佛这种惹人嫌恶的做派是一种时刻缠绕着他的宿疾。然而,尽管他怀有如此纯粹的求名之心,却绝无嫉妒他人之意,他在称赞前人与同代人时极为慷慨,这从他的著述中便可得知。
πολλὰ δʼ αὐτοῦ καὶ ἀπομνημονεύουσιν οἷον περὶ Ἀριστοτέλους, ὅτι χρυσίου ποταμὸς εἴη ῥέοντος, καὶ περὶ τῶν Πλάτωνος διαλόγων, ὡς τοῦ Διός, εἰ λόγῳ χρῆσθαι πέφυκεν, οὕτω διαλεγομένου. τὸν δὲ Θεόφραστον εἰώθει τρυφὴν ἰδίαν ἀποκαλεῖν. περὶ δὲ τῶν Δημοσθένους λόγων ἐρωτηθείς τίνα δοκοίη κάλλιστον εἶναι, τὸν μέγιστον εἶπε.
人们还记叙了他的许多言论,例如论及亚里士多德时,说他是“流淌的黄金之河”;论及柏拉图的对话录时,说若宙斯生来使用言语,便会如此交谈。他习惯将泰奥弗拉斯托斯称为自己“私人的奢华”。当被问及德摩斯梯尼的演说中哪一篇最出色时,他回答道:“最长的一篇。”
καίτοι τινὲς τῶν προσποιουμένων δημοσθενίζειν ἐπιφύονται φωνῇ τοῦ Κικέρωνος, ἣν πρός τινα τῶν ἑταίρων ἔθηκεν ἐν ἐπιστολῇ γράψας, ἐνιαχοῦ τῶν λόγων ἀπονυστάζειν τὸν Δημοσθένη· τῶν δὲ μεγάλων καὶ θαυμαστῶν ἐπαίνων οἷς πολλαχοῦ χρῆται περὶ τοῦ ἀνδρός, καὶ ὅτι περὶ οὓς μάλιστα τῶν ἰδίων ἐσπούδασε λόγων, τοὺς κατʼ Ἀντωνίου, Φιλιππικοὺς ἐπέγραψεν, ἀμνημονοῦσι.
然而,某些自命为模仿德摩斯梯尼的人却紧抓西塞罗在写给一位友人信中的一句话不放,他在信中写道德摩斯梯尼在演说的某些地方打瞌睡;但他们却忘记了西塞罗在多处对那人施以崇高而令人钦佩的赞誉,并且忘记了西塞罗在自己最着力创作的演说——反安东尼的演说上,冠以了《反腓力辞》的标题。
τῶν δὲ κατʼ αὑτὸν ἐνδόξων ἀπὸ λόγου καὶ σοφίας οὐκ ἔστιν οὐδεὶς ὃν οὐκ ἐποίησεν ἐνδοξότερον ἢ λέγων ἢ γράφων εὐμενῶς περὶ ἑκάστου. Κρατίππῳ δὲ τῷ Περιπατητικῷ διεπράξατο μὲν Ῥωμαίῳ γενέσθαι παρὰ Καίσαρος ἄρχοντος ἤδη, διεπράξατο δὲ καὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ψηφίσασθαι δεηθῆναι μένειν αὑτὸν ἐν Ἀθήναις καὶ διαλέγεσθαι τοῖς νέοις ὡς κοσμοῦντα τὴν πόλιν.
在同代因言论与智慧而闻名的人当中,没有哪一位不是因他善意的讲论或撰述而变得更为显赫。对于漫步学派的克拉提普斯,他不仅向当时已掌权的凯撒为之谋得了罗马公民权,而且促使战神山议事会通过决议,请求克拉提普斯留在雅典向青年讲学,视其为城邦的光彩。
ἐπιστολαὶ δὲ παρὰ τοῦ Κικέρωνος εἰσὶ πρός Ἡρώδην, ἕτεραι δὲ πρός τὸν υἱόν, ἐγκελευομένου συμφιλοσοφεῖν Κρατίππῳ. Γοργίαν δὲ τὸν ῥήτορα αἰτιώμενος εἰς ἡδονὰς καὶ πότους προάγειν τὸ μειράκιον ἀπελαύνει τῆς συνουσίας αὐτοῦ.
西塞罗有致希罗德的信件,亦有致其子的信件,敦促其与克拉提普斯共同研习哲学。但他指责修辞学家高尔吉亚引诱年轻人走向享乐与纵酒,遂将其从儿子的交往圈中驱逐。
καὶ σχεδὸν αὕτη τε τῶν Ἑλληνικῶν μία καὶ δευτέρα πρός Πέλοπα τὸν Βυζάντιον ἐν ὀργῇ τινι γέγραπται, τὸν μὲν Γοργίαν αὐτοῦ προσηκόντως ἐπικόπτοντος,3 εἴπερ ἦν φαῦλος καὶ ἀκόλαστος, ᾗπερ ἐδόκει, πρός δὲ τὸν Πέλοπα μικρολογουμένου καὶ μεμψιμοιροῦντος ὥσπερ ἀμελήσαντα τιμάς τινας αὐτῷ καὶ ψηφίσματα παρὰ Βυζαντίων γενέσθαι.
而在他的希腊语书信中,几乎只有这一封,以及致拜占庭人佩洛普斯的第二封,是带着怒气写成的;对于高尔吉亚,如果他确实如人们所认为的那样卑劣放荡,西塞罗对他加以斥责倒是理所应当;但对于佩洛普斯,西塞罗却表现得小家子气且满腹牢骚,仿佛佩洛普斯疏忽了未曾让拜占庭人为他授予某些荣誉和法令决议。
- 24.1τῷ δʼ ἐπαινεῖν ἀεὶ καὶ μεγαλύνειν αὐτὸς ἑαυτὸν
带冠词不定式短语 τῷ ἐπαινεῖν καὶ μεγαλύνειν 作表示原因或方式的与格。由于不定式的逻辑主语与主句主语(西塞罗)一致,故强调代词采用主格 αὐτός,与反身代词 ἑαυτόν 搭配。
- 24.1οὔτε γὰρ βουλὴν οὔτε δῆμον οὔτε δικαστήριον ἦν συνελθεῖν
ἦν 加不定式(συνελθεῖν)构成表示可能的无人称句式(相当于 ἔξεστιν 或 οἷόν τʼ ἦν,“得以……”、“能够……”)。宾格的 βουλήν、δῆμον 和 δικαστήριον 是不定式的逻辑主语。
- 24.7τὸν μὲν Γοργίαν αὐτοῦ προσηκόντως ἐπικόπτοντος
αὐτοῦ ... ἐπικόπτοντος ... μικρολογουμένου 构成属格独立结构,其逻辑主语为西塞罗(αὐτοῦ),用以补充说明他在这些书信中所流露出的态度,独立于主句主语(信件 αὕτη καὶ δευτέρα)。随后的 ὥσπερ ἀμελήσαντα 是修饰佩洛普斯(宾格)的分词短语,表示西塞罗所认定的主观缘由(“仿佛他怠慢了……”)。
