- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:23.1-23.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗卸任执政官之际,凯撒及新任保民官试图阻挠其演讲并强令其仅作卸任宣誓,西塞罗却自创誓词宣称拯救了国家,赢得全民众的呼应。随后,同为保民官的加图挫败了政敌的图谋,并使西塞罗荣获“祖国之父”的尊号。
οὐ μὴν ἀλλʼ ἦσαν οἱ τὸν Κικέρωνα παρεσκευασμένοι καὶ λέγειν ἐπὶ τούτοις καὶ ποιεῖν κακῶς, ἔχοντες ἡγεμόνας τῶν εἰς τὸ μέλλον ἀρχόντων Καίσαρα μὲν στρατηγοῦντα, Μέτελλον δὲ καὶ Βηστίαν δημαρχοῦντας. οἳ τὴν ἀρχὴν παραλαβόντες, ἔτι τοῦ Κικέρωνος ἡμέρας ὀλίγας ἄρχοντος, οὐκ εἴων δημηγορεῖν αὐτόν, ἀλλʼ ὑπὲρ τῶν ἐμβόλων βάθρα θέντες οὐ παρίεσαν οὐδʼ ἐπέτρεπον λέγειν, ἀλλʼ ἐκέλευον, εἰ βούλοιτο, μόνον περὶ τῆς ἀρχῆς ἀπομόσαντα καταβαίνειν.1
然而,仍有一些人准备就这些事对西塞罗加以抨击并对他不利,并以即将就职的新官长——法务官凯撒以及保民官梅特路斯和贝斯提亚为首领。这些人一就任官职,趁着西塞罗的任期还剩最后几天,便不许他向民众发表演说,而是在讲坛上方摆设长凳,不让他通过,也不准他发言,反而命令他若愿意的话,只能依例宣誓卸职然后走下讲坛。
κἀκεῖνος ἐπὶ τούτοις ὡς ὀμόσων προῆλθε· καὶ γενομένης αὐτῷ σιωπῆς ὤμνυεν, οὐ τὸν πάτριον, ἀλλʼ ἴδιόν τινα καὶ καινὸν ὅρκον, ἦ μὴν σεσωκέναι τὴν πατρίδα2 καὶ διατετηρηκέναι τὴν ἡγεμονίαν. ἐπώμνυε δὲ τὸν ὅρκον αὐτῷ σύμπας ὁ δῆμος,3 ἐφʼ οἷς ἔτι μᾶλλον ὅ τε Καῖσαρ οἵ τε δήμαρχοι χαλεπαίνοντες ἄλλας τε τῷ Κικέρωνι ταραχὰς ἐμηχανῶντο, καὶ νόμος ὑπʼ αὐτῶν εἰσήγετο καλεῖν Πομπήϊον μετὰ τῆς στρατιᾶς, ὡς δὴ καταλύσοντα τὴν Κικέρωνος δυναστείαν.
于是西塞罗按照这些条件走上前去,看似是要发誓;当会场为他安静下来时,他发出的却不是祖传的誓言,而是一个独特的、全新的誓词,断言自己确实拯救了祖国并维护了其帝国霸权。全体民众也都同声与他起誓附和。凯撒和保民官对此更加恼怒,遂谋划向西塞罗制造其他事端,并由他们提出一项法案,欲召回庞培及其军队,声称要以此推翻西塞罗的专制独裁。
ἀλλʼ ἦν ὄφελος μέγα τῷ Κικέρωνι καὶ πάσῃ τῇ πόλει δημαρχῶν τότε Κάτων4 καὶ τοῖς ἐκείνων πολιτεύμασιν ἀπʼ ἴσης μὲν ἐξουσίας, μείζονος δὲ δόξης ἀντιτασσόμενος, τά τε γὰρ ἄλλα ῥᾳδίως ἔλυσε, καὶ τὴν Κικέρωνος ὑπατείαν οὕτως ἦρε τῷ λόγῳ μεγάλην δημηγορήσας ὥστε τιμὰς αὐτῷ τῶν πώποτε μεγίστας ψηφίσασθαι καὶ προσαγορεῦσαι πατέρα πατρίδος, πρώτῳ γὰρ ἐκείνῳ δοκεῖ τοῦτο καθυπάρξαι, Κάτωνος αὐτὸν οὕτως ἐν τῷ δήμῳ προσαγορεύσαντος.
然而,当时担任保民官的加图成了西塞罗乃至全城的有力支柱,他以平等的权力与更高的威望坚决抵制那些人的政举。他不仅轻易化解了其余的图谋,而且在民众面前演说,极力称颂西塞罗的执政官作为,以致民众通过决议授予他有史以来最崇高的荣誉,并尊奉他为“祖国之父”;事实上,西塞罗被认为是第一个获得这一称号的人,正是因为加图在民众面前如此称呼他。
- 23.1περὶ τῆς ἀρχῆς ἀπομόσαντα καταβαίνειν
动词 ἀπόμνυμι 在此特指罗马官员任期结束时宣誓依法尽职并退职的惯例。分词 ἀπομόσαντα 为单数阳性宾格,与不定式 καταβαίνειν 的逻辑主语(西塞罗)一致,由动词 ἐκέλευον 所支配。
- 23.2ἦ μὴν σεσωκέναι τὴν πατρίδα
短语 ἦ μήν 是引导庄严誓言或断言的固定程式,在此统领完成时不定式 σεσωκέναι 与 διατετηρηκέναι,构成动词 ὤμνυεν 之后的间接引语誓词内容。
- 23.2ἐπώμνυε δὲ τὸν ὅρκον αὐτῷ σύμπας ὁ δῆμος
复合动词 ἐπόμνυμι 意为“依他人之誓而同誓/追认誓言”,带内部宾格 τὸν ὅρκον 以及表示附和西塞罗的与格 αὐτῷ(意为“同他一齐/依从他复诵誓词”)。
- 23.3ἀλλʼ ἦν ὄφελος μέγα τῷ Κικέρωνι καὶ πάσῃ τῇ πόλει δημαρχῶν τότε Κάτων
句子主语为 Κάτων,与系动词 ἦν 和名词表语 ὄφελος μέγα 构成主干。分词 δημαρχῶν 和 ἀντιτασσόμενος 作为附加情况或原因修饰加图,意为“当时任保民官并抵制彼等策动的加图,成了一大助力”。
