- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:22.1-22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗在元老院议员与显贵的护送下将兰图卢斯等阴谋者押解至牢狱处决,向守候的同谋者宣告“他们活过了”,随后在满城灯火与民众作为救国英雄的欢呼声中返回寓所。
ἐχώρει δὲ μετὰ τῆς βουλῆς ἐπὶ τοὺς ἄνδρας, οὐκ ἐν ταὐτῷ δὲ πάντες ἦσαν, ἄλλος δʼ ἄλλον ἐφύλαττε τῶν στρατηγῶν, καὶ πρῶτον ἐκ Παλατίου παραλαβὼν τὸν Λέντλον ἦγε διὰ τῆς ἱερᾶς ὁδοῦ καὶ τῆ;ς ἀγορᾶς μέσης, τῶν μὲν ἡγεμονικωτάτων ἀνδρῶν κύκλῳ περιεσπειραμένων καὶ δορυφορούντων, τοῦ δὲ δήμου φρίττοντος τὰ δρώμενα καὶ παριόντος σιωπῇ, μάλιστα δὲ τῶν νέων, ὥσπερ ἱεροῖς τισι πατρίοις ἀριστοκρατικῆς τινος ἐξουσίας τελεῖσθαι μετὰ φόβου καὶ θάμβους δοκούντων.1
西塞罗偕同元老院成员前往处理那些人;因为他们并非拘押在一处,而是由不同的裁判官分别看守。他首先从帕拉蒂乌姆山接出兰图卢斯,沿圣道穿过广场中央将他带去,地位最高贵的显贵们在四周列成环形充当护卫,民众则对眼前的举措战栗不已并默默走过,青年人尤甚,他们仿佛觉得自己在恐惧与惊异中,被引领着去参领某种祖传的贵族权柄的密仪。
διελθὼν δὲ τὴν ἀγορὰν καὶ γενόμενος πρὸς τῷ δεσμωτηρίῳ παρέδωκε τὸν Λέντλον τῷ δημίῳ καὶ προσέταξεν ἀνελεῖν εἶθʼ ἑξῆς τὸν Κέθηγον, καὶ οὕτω τῶν ἄλλων ἕκαστον καταγαγὼν ἀπέκτεινεν. ὁρῶν δὲ πολλοὺς ἔτι τῶν ἀπὸ τῆς συνωμοσίας ἐν ἀγορᾷ συνεστῶτας ἀθρόους καὶ τὴν μὲν πρᾶξιν ἀγνοοῦντας, τὴν δὲ νύκτα προσμένοντας, ὡς ἔτι ζώντων τῶν ἀνδρῶν καὶ δυναμένων ἐξαρπασθῆναι, φθεγξάμενος μέγα πρὸς αὐτοὺς, ἔζησαν,2 εἶπεν. οὕτω δὲ Ῥωμαίων οἱ δυσφημεῖν μὴ βουλόμενοι τὸ τεθνάναι σημαίνουσιν.
西塞罗穿过广场来到牢狱前,将兰图卢斯交给行刑官,下令处决。接着依次带下刻特古斯,并以同样的方式逐一将其他人带下处死。西塞罗看见参与同谋的许多人仍成群结队地聚在广场上,对已发生的事情毫不知情,只等待夜幕降临,以为那些人还活着、尚能被劫夺营救,便向他们高声喊道: “他们活过了。” 不欲说出不祥之语的罗马人就是用这种方式指称死亡。
ἤδη δʼ ἦν ἑσπέρα, καὶ διʼ ἀγορᾶς ἀνέβαινεν εἰς τὴν οἰκίαν, οὐκέτι σιωπῇ τῶν πολιτῶν οὐδὲ τάξει προπεμπόντων αὐτόν, ἀλλὰ φωναῖς καὶ κρότοις δεχομένων καθʼ οὓς γένοιτο, σωτῆρα καὶ κτίστην ἀνακαλούντων τῆς πατρίδος. τὰ δὲ φῶτα πολλὰ κατέλαμπε τοὺς στενωπούς, λαμπάδια καὶ δᾷδας ἱστώντων ἐπὶ ταῖς θύραις.
此时已是傍晚,西塞罗穿过广场走上回家的路,公民们不再是以静默或井然的队列护送他,而是无论他走到哪里,都以欢呼和掌声迎接他,称颂他为祖国的救主与建立者。狭窄的街道上灯火通明,人们在门前竖起火把与灯烛。
αἱ δὲ γυναῖκες ἐκ τῶν τεγῶν προὔφαινον ἐπὶ τιμῇ καὶ θέᾳ τοῦ ἀνδρός, ὑπὸ πομπῇ τῶν ἀρίστων μάλα σεμνῶς ἀνιόντος· ὧν οἱ πλεῖστοι πολέμους τε κατειργασμένοι μεγάλους καὶ διὰ θριάμβων εἰσεληλακότες καὶ προσκεκτημένοι γῆν καὶ θάλατταν οὐκ ὀλίγην ἐβάδιζον ἀνομολογούμενοι πρὸς ἀλλήλους πολλοῖς μὲν τῶν τότε ἡγεμόνων καὶ στρατηγῶν πλούτου καὶ λαφύρων καὶ δυνάμεως χάριν ὀφείλειν τὸν Ῥωμαίων δῆμον, ἀσφαλείας δὲ καὶ σωτηρίας ἑνὶ μόνῳ Κικέρωνι,3 τηλικοῦτον ἀφελόντι καὶ τοσοῦτον αὐτοῦ κίνδυνον.
妇女们也从屋顶上照亮火光,以示尊崇并争相观看这位在最优秀人士护送下极其庄严走上坡去的男子。护送他的大多数人曾成就过伟大的战功,乘凯旋式进过城,并为国家增添过广袤的陆地与海洋,他们一边走一边彼此赞同道:罗马人民在财富、战利品和权势上固然欠许多当时的统帅与将领的情,但就安全与拯救而言,则单单只欠西塞罗一人的情,因为是他为他们消除了如此深重的危机。
οὐ γὰρ τὸ κωλῦσαι τὰ πραττόμενα καὶ κολάσαι τοὺς πράττοντας ἐδόκει θαυμαστόν, ἀλλʼ ὅτι μέγιστον τῶν πώποτε νεωτερισμῶν οὗτος ἐλαχίστοις κακοῖς ἄνευ στάσεως καὶ ταραχῆς κατέσβεσε.4 καὶ γὰρ τὸν Κατιλίναν οἱ πλεῖστοι τῶν συνερρυηκότων πρὸς αὐτὸν ἅμα τῷ πυθέσθαι τὰ περὶ Λέντλον καὶ Κέθηγον ἐγκαταλιπόντες ᾤχοντο· καὶ μετὰ τῶν συμμεμενηκότων αὐτῷ διαγωνισάμενος πρὸς Ἀντώνιον αὐτός τε διεφθάρη καὶ τὸ στρατόπεδον.
因为令人惊叹的不仅在于他阻止了阴谋并惩治了阴谋者,更在于他以极小的代价,在既无内讧又无骚乱的情况下扑灭了有史以来最大的叛乱。事实上,聚集在喀提林身边的绝大多数人,一听说兰图卢斯和刻特古斯的事情,便弃他而去;喀提林带着坚守在身边的残部与安东尼乌斯决战,他本人与其军队同归于尽。
- 22.1ὥσπερ ἱεροῖς τισι πατρίοις ἀριστοκρατικῆς τινος ἐξουσίας τελεῖσθαι μετὰ φόβου καὶ θάμβους δοκούντων
分词 δοκούντων 与前文的属格 τῶν νέων 一致(该属格是从独立属格结构 τοῦ δὲ δήμου φρίττοντος... 中特别分出的青年人群体)。不定词 τελεῖσθαι 为被动态,意为“被引领参加入教密仪”。这里生动刻画了青年人的心理,仿佛亲历贵族独揽威权的严酷过程就像经历某种令人畏惧而庄严的宗教密仪。
- 22.2ἔζησαν
不定过去时主动直陈式第三人称复数,意为“他们曾活过”。这是对拉丁语 vixerunt 的希腊语直译,是罗马人为了避免直接说出不祥的“他们死了”(mortui sunt)而采用的著名委婉语。
- 22.4ὧν οἱ πλεῖστοι πολέμους τε κατειργασμένοι μεγάλους καὶ διὰ θριάμβων εἰσεληλακότες καὶ προσκεκτημένοι γῆν καὶ θάλατταν οὐκ ὀλίγην ἐβάδιζον ἀνομολογούμενοι πρὸς ἀλλήλους πολλοῖς μὲν τῶν τότε ἡγεμόνων καὶ στρατηγῶν πλούτου καὶ λαφύρων καὶ δυνάμεως χάριν ὀφείλειν τὸν Ῥωμαίων δῆμον, ἀσφαλείας δὲ καὶ σωτηρίας ἑνὶ μόνῳ Κικέρωνι
关系代词属格 ὧν 的先行词为前文的显贵们(τῶν ἀρίστων)。主句骨架为:οἱ πλεῖστοι ... ἐβάδιζον ἀνομολογούμενοι πρὸς ἀλλήλους ὀφείλειν τὸν Ῥωμαίων δῆμον... 分词 ἀνομολογούμενοι(彼此认同)统领带宾格主语的动词不定式结构(主语:τὸν Ῥωμαίων δῆμον,不定式:ὀφείλειν),其后对称地陈述了与格补语(πολλοῖς μὲν ... ἑνὶ δὲ μόνῳ Κικέρωνι)以及表示原因的属格成分(财富、战利品与权势 对比 安全与拯救)。
- 22.5οὐ γὰρ τὸ κωλῦσαι τὰ πραττόμενα καὶ κολάσαι τοὺς πράττοντας ἐδόκει θαυμαστόν, ἀλλʼ ὅτι μέγιστον τῶν πώποτε νεωτερισμῶν οὗτος ἐλαχίστοις κακοῖς ἄνευ στάσεως καὶ ταραχῆς κατέσβεσε
由 οὐ ... ἀλλά ...(不是……而是……)构成的对比结构。作为动词短语 ἐδόκει θαυμαστόν(被认为令人赞叹)的主语,前半部分使用了带冠词的不定式短语 τὸ κωλῦσαι ... καὶ κολάσαι ...,后半部分则以起名词性从句作用的 ὅτι 引导的从句与之相对置。在希腊语散文里,冠词不定式与 ὅτι 从句作为并列主语成分并置是符合修辞惯例的。
