- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:21.1-21.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒提议以没收财产与终身监禁代替死刑,西塞罗等人一度倾向于此,但卡图卢斯与加图的激烈反对促使元老院最终表决通过死刑,唯有没收财产一项在西塞罗让步后被撤回。
ἐπεὶ δʼ οὖν ἡ γνώμη περιῆλθεν εἰς αὐτόν, ἀναστὰς ἀπεφήνατο μὴ θανατοῦν τοὺς ἄνδρας, ἀλλὰ τὰς οὐσίας εἶναι δημοσίας, αὐτοὺς δʼ ἀπαχθέντας εἰς πόλεις τῆς Ἰταλίας ἃς ἂν δοκῇ Κικέρωνι, τηρεῖσθαι δεδεμένους ἄχρι ἂν οὗ καταπολεμηθῇ Κατιλίνας.
总之,当征询意见的顺序轮到恺撒时,他站起身来表示,不应当处死那些人,而应当将他们的财产收归公有,并将他们押送至西塞罗认为合适的意大利各城镇,戴上镣铐严加看管,直到喀提林在战事中被彻底击败为止。
οὔσης δὲ τῆς γνώμης ἐπιεικοῦς καὶ τοῦ λέγοντος εἰπεῖν δυνατωτάτου, ῥοπὴν ὁ Κικέρων προσέθηκεν οὐ μικράν, αὐτός τε γὰρ ἀναστὰς ἐνεχείρησεν εἰς ἑκάτερον, τὰ μὲν τῇ προτέρᾳ, τὰ δὲ τῇ γνώμῃ Καίσαρος συνειπών, οἵ τε φίλοι πάντες οἰόμενοι τῷ Κικέρωνι συμφέρειν τὴν Καίσαρος γνώμην ἧττον γὰρ ἐν αἰτίαις ἔσεσθαι μὴ θανατώσαντα τοὺς ἄνδρας1 ᾑροῦντο τὴν δευτέραν μᾶλλον γνώμην, ὥστε καὶ τὸν Σιλανὸν αὖθις μεταβαλλόμενον παραιτεῖσθαι2 καὶ λέγειν ὡς οὐδʼ αὐτὸς εἴποι θανατικὴν γνώμην· ἐσχάτην γὰρ ἀνδρὶ βουλευτῇ Ῥωμαίων εἶναι δίκην τὸ δεσμωτήριον. εἰρημένης δὲ τῆς γνώμης πρῶτος ἀντέκρουσεν αὐτῇ Κάτλος Λουτάτιος· εἶτα δεξάμενος Κάτων, καὶ τῷ λόγῳ σφοδρῶς συνεπερείσας ἐπὶ τὸν Καίσαρα τὴν ὑπόνοιαν, ἐνέπλησε θυμοῦ καὶ φρονήματος τὴν σύγκλητον, ὥστε θάνατον καταψηφίσασθαι τῶν ἀνδρῶν.
由于这一提议宽和近人,且进言者又极善雄辩,西塞罗也为此平添了不小的分量;因为他自己也站起来两面权衡,既在部分层面上附和前一种主张,又在另一些层面上赞同恺撒的提议;而西塞罗的友人们也全都认为恺撒的意见对西塞罗有利——因为如果不处死那些人,他受到的指责就会少一些——因而更为倾向于第二种意见。以至于连西拉努斯也再次改弦易辙,自我辩解道,他自己也没有提出过死刑的建议;因为对罗马元老院议员而言,监禁就是极刑了。在这一意见被陈述之后,卢塔提乌斯·卡图卢斯首先出面反对;随后加图接过了话头,并在发言中严厉地将嫌疑指向恺撒,使元老院群情激愤、斗志昂扬,以至于最终表决对那些人处以死刑。
περὶ δὲ δημεύσεως χρημάτων ἐνίστατο Καῖσαρ, οὐκ ἀξιῶν τὰ φιλάνθρωπα τῆς ἑαυτοῦ γνώμης ἐκβαλόντας ἑνὶ χρήσασθαι τῷ σκυθρωποτάτῳ,3 βιαζομένων δὲ πολλῶν ἐπεκαλεῖτο τοὺς δημάρχους, οἱ δʼ οὐχ ὑπήκουον, ἀλλὰ Κικέρων αὐτὸς ἐνδοὺς ἀνῆκε τὴν περὶ δημεύσεως γνώμην.
但在没收财产一事上,恺撒坚决抵制,认为他们抛弃了他提议中宽仁的部分,却单单采纳了最严苛的一条,这是不公允的;当众人强行推行时,他向保民官求助,但保民官并未理会;不过西塞罗自己作出了让步,放弃了关于没收财产的动议。
- 21.2ἧττον γὰρ ἐν αἰτίαις ἔσεσθαι μὴ θανατώσαντα τοὺς ἄνδρας
分词 μὴ θανατώσαντα 为阳性单数宾格,它并未与前文的与格 τῷ Κικέρωνι 一致,而是与间接引语中未来时不定式 ἔσεσθαι 的未表达宾格主语(指西塞罗)保持一致。
- 21.3παραιτεῖσθαι
中动相动词 παραιτεῖσθαι 在此处意为“自我辩解”“缓和/解释前言”,与前面的分词 μεταβαλλόμενον(改变立场)及后面的间接引语呼应,表明西拉努斯试图为自己最初主张极刑的言论进行粉饰和推诿。
- 21.4οὐκ ἀξιῶν τὰ φιλάνθρωπα τῆς ἑαυτοῦ γνώμης ἐκβαλόντας ἑνὶ χρήσασθαι τῷ σκυθρωποτάτῳ
阳性复数宾格分词 ἐκβαλόντας 充当不定式 χρήσασθαι 的主语(泛指元老院议员),构成宾格不定式结构,意为“认为他们抛弃了他提议中宽仁的部分,却单单采纳最严苛的一点,乃是不公允的”。
