← 普鲁塔克

西塞罗传

§20.1-20.4

祭坛火兆与元老院中的死刑提议

正当西塞罗迟疑不决时,善女神祭坛的火兆促使特伦提娅及密友力劝其采取果断手段;次日元老院辩论叛乱惩处,西拉努斯主张极刑,在恺撒发言之前众人相继赞同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ταῦτα τοῦ Κικέρωνος διαποροῦντος γίνεταί τι ταῖς γυναιξὶ σημεῖον θυούσαις. ὁ γὰρ βωμός, ἤδη τοῦ πυρὸς κατακεκοιμῆσθαι δοκοῦντος, ἐκ τῆς τέφρας καὶ τῶν κεκαυμένων φλοιῶν φλόγα πολλὴν ἀνῆκε καὶ λαμπράν. ὑφʼ ἧς αἱ μὲν ἄλλαι διεπτοήθησαν, αἱ δʼ ἱεραὶ παρθένοι τὴν τοῦ Κικέρωνος γυναῖκα Τερεντίαν ἐκέλευσαν ᾗ τάχος χωρεῖν πρός τὸν ἄνδρα καὶ κελεύειν οἷς ἔγνωκεν ἐγχειρεῖν1 ὑπὲρ τῆς πατρίδος, ὡς μέγα πρός τε σωτηρίαν καὶ δόξαν αὐτῷ τῆς θεοῦ φῶς διδούσης.

正当西塞罗为此焦虑犹豫之际,那些正在祭祀的妇女们遇到了一个预兆。因为那座祭坛上的火虽然看似早已熄灭,却突然从灰烬和烧残的树皮中腾起一阵巨大而明亮的火焰。其他的妇女见状惊恐万状,圣洁的贞女们却催促西塞罗的妻子特伦提娅以最快的速度去见丈夫,嘱咐他为了祖国放手去推行他所决意之事,深信女神正赐给他极大的光芒,以助他获得安全与荣耀。

§20.2

ἡ δὲ Τερεντία καὶ γὰρ οὐδʼ ἄλλως ἦν πρᾳεῖά τις οὐδʼ ἄτολμος τὴν φύσιν, ἀλλὰ φιλότιμος γυνὴ καὶ μᾶλλον, ὡς αὐτός φησιν ὁ Κικέρων, τῶν πολιτικῶν μεταλαμβάνουσα παρʼ ἐκείνου φροντίδων ἢ μεταδιδοῦσα τῶν οἰκιακῶν ἐκείνῳ ταῦτα τε πρός αὐτὸν ἔφρασε καὶ παρώξυνεν ἐπὶ τοὺς ἄνδρας· ὁμοίως δὲ καὶ Κόιντος ὁ ἀδελφὸς καὶ τῶν ἀπὸ φιλοσοφίας ἑταίρων Πόπλιος Νιγίδιος, ᾧ τὰ πλεῖστα καὶ μέγιστα παρὰ τὰς πολιτικὰς ἐχρῆτο πράξεις.

而特伦提娅——因为她天性本就不温驯懦弱,反而是个极有抱负的妇人,正如西塞罗自己所言,她从他那里分担政治焦虑,远多于她向他分担家务琐事——便将这些原委告知了他,并激励他严惩那些叛逆;同样,他的弟弟昆图斯以及同游哲学的友人普布利乌斯·尼吉迪乌斯也是如此,在政治活动中,西塞罗在最多数且最重大的事务上都倚重于尼吉迪乌斯。

§20.3

τῇ δʼ ὑστεραίᾳ γενομένων ἐν συγκλήτῳ λόγων περὶ τιμωρίας τῶν ἀνδρῶν, ὁ πρῶτος ἐρωτηθεὶς γνώμην2 Σιλανὸς εἶπε τὴν ἐσχάτην δίκην δοῦναι προσήκειν ἀχθέντας εἰς τὸ δεσμωτήριον. καὶ προσετίθεντο τούτῳ πάντες ἐφεξῆς μέχρι Γαΐου Καίσαρος τοῦ μετὰ ταῦτα δικτάτορος γενομένου. τότε δὲ νέος ὢν ἔτι καὶ τὰς πρώτας ἔχων τῆς αὐξήσεως ἀρχάς, ἤδη δὲ τῇ πολιτείᾳ καὶ ταῖς ἐλπίσιν εἰς ἐκείνην τὴν ὁδὸν ἐμβεβηκὼς ᾗ τὰ Ῥωμαίων εἰς μοναρχίαν μετέστησε πράγματα, τοὺς μὲν ἄλλους ἐλάνθανε, τῷ δὲ Κικέρωνι πολλὰς μὲν ὑποψίας, λαβὴν δʼ οὐδεμίαν εἰς ἔλεγχον παρέδωκεν, ἀλλὰ καὶ λεγόντων ἦν ἐνίων ἀκούειν ὡς ἐγγὺς ἐλθὼν ἁλῶναι διεκφύγοι τὸν ἄνδρα, τινὲς δέ φασι παριδεῖν ἑκόντα καὶ παραλιπεῖν τὴν κατʼ ἐκείνου μήνυσιν φόβῳ τῶν φίλων αὐτοῦ καὶ τῆς δυνάμεως· παντὶ γὰρ εἶναι πρόδηλον ὅτι3 μᾶλλον ἂν ἐκεῖνοι γένοιντο προσθήκη Καίσαρι σωτηρίας ἢ Καῖσαρ ἐκείνοις κολάσεως.

翌日,元老院中展开了关于惩治这些叛乱分子的辩论,第一个被询问意见的西拉努斯主张,应当将他们押赴监狱并处以极刑。随后众人依次表示赞同,直到盖乌斯·恺撒——即后来成为独裁官的那位。那时恺撒尚属年轻,正处于发迹之初,但在政见与抱负上,他已经踏上了后来将罗马政制转变为君主制的那条道路。恺撒瞒过了其他人,却让西塞罗产生了诸多怀疑,只是并未留下任何足以定罪的把柄。不过,当时也能听到有人议论说,恺撒虽一度濒临被捕,却终究逃脱了西塞罗的掌控;另有人则称,西塞罗因惧怕恺撒的朋友及其权势,乃是有意忽视并放过了对他的告发;因为在任何人看来都显而易见的是,那些人〔叛谋者〕在得救上更可能成为恺撒的附带品,而非恺撒在受罚上成为他们的附带品。

语法注3 条
  1. 20.1οἷς ἔγνωκεν ἐγχειρεῖν

    关系代词 οἷς 受动词 ἐγχειρεῖν(支配与格,“着手于……”)的格支配影响,省并先行词,相当于 τούτοις ἃ ἔγνωκεν(“对他所决意的那些事项”)。

  2. 20.3ὁ πρῶτος ἐρωτηθεὶς γνώμην

    动词主动语态双宾格结构(ἐρωτᾶν τινά τι / γνώμην,“向某人征求意见”)在转为被动语态时的用法。被询问的人作主格(ἐρωτηθείς),而表示询问内容的“意见”(γνώμην)仍保留为宾格(保留宾格)。

  3. 20.4παντὶ γὰρ εἶναι πρόδηλον ὅτι

    在因果连词 γάρ 所引导的分句中使用了不定式 εἶναι。这是承接前文 τινὲς δέ φασι(“有人说……”)的间接引语(间接话语)延续结构,用以转述那些人解释西塞罗为何未予追究的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:20.1-20.4