← 普鲁塔克

西塞罗传

§19.1-19.5

密谋者的软禁与西塞罗的处置权衡

西塞罗召集元老院公开信件,使谋反首领伏罪并被收押软禁。随后因家中正举行秘仪而退入邻舍,对是否判处密谋者极刑陷入权衡与顾虑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἅμα δʼ ἡμέρᾳ βουλὴν ἀθροίσας εἰς τὸ τῆς Ὁμονοίας ἱερόν ἐξανέγνω τὰ γράμματα καὶ τῶν μηνυτῶν διήκουσεν. ἔφη δὲ καὶ Σιλανὸς Ἰούνιος ἀκηκοέναι τινὰς Κεθήγου λέγοντος1 ὡς ὕπατοί τε τρεῖς καὶ στρατηγοί τέτταρες ἀναιρεῖσθαι μέλλουσι. τοιαῦτα δʼ ἕτερα καὶ Πείσων, ἀνὴρ ὑπατικός, εἰσήγγειλε.

天一亮,西塞罗便将元老院召集至协和神庙,宣读了信件并听取了告发者的陈述。尤尼乌斯·西拉努斯亦声称,有人听见凯忒古斯说三位执政官与四位裁判官将被杀害。执政官阶层的皮索也报告了其他类似的消息。

§19.2

Γάιος δὲ Σουλπίκιος, εἷς τῶν στρατηγῶν, ἐπὶ τήν οἰκίαν πεμφθεὶς τοῦ Κεθήγου πολλὰ μὲν ἐν αὐτῇ βέλη καὶ ὅπλα, πλεῖστα δὲ ξίφη καὶ μαχαίρας εὗρε νεοθήκτους ἁπάσας. τέλος δὲ τῷ Κροτωνιάτῃ ψηφισαμένης ἄδειαν ἐπὶ μηνύσει τῆς βουλῆς ἐξελεγχθεὶς ὁ Λέντλος ἀπωμόσατο τήν ἀρχήν στρατηγῶν γὰρ ἐτύγχανε, καὶ τήν περιπόρφυρον ἐν τῇ βουλῇ καταθέμενος διήλλαξεν ἐσθῆτα τῇ συμφορᾷ πρέπουσαν. οὗτος μὲν οὖν καὶ οἱ σὺν αὐτῷ παρεδόθησαν εἰς ἄδεσμον φυλακὴν τοῖς στρατηγοῖς.

裁判官之一的盖乌斯·苏尔皮基乌斯被派往凯忒古斯的宅第,在其中搜出大量投掷武器与甲胄,以及极多的刀剑与短刀,全部都是新磨锋利的。最终,在元老院议决给予克罗顿人告发免责权后,伦图卢斯被彻底揭穿,便宣誓辞去职务——他当时恰好担任裁判官——并在元老院褪去紫边大袍,换上了适于其悲惨境遇的服饰。于是他及其同谋者皆被交予裁判官实行软禁。

§19.3

ἤδη δʼ ἑσπέρας οὔσης καὶ τοῦ δήμου παριμένοντος ἀθρόου, προελθὼν ὁ Κικέρων, καὶ φράσας τὸ πρᾶγμα τοῖς πολίταις καὶ προπεμφθείς, παρῆλθεν εἰς οἰκίαν φίλου γειτνιῶντος, ἐπεὶ τήν ἐκείνου γυναῖκες κατεῖχον, ἱεροῖς ἀπορρήτοις ὀργιάζουσαι θεόν ἣν Ῥωμαῖοι μὲν Ἀγαθήν, Ἕλληνες δὲ Γυναικείαν ὀνομάζουσι.

此时已近傍晚,民众聚集在外面等候;西塞罗走上前去,将事情原委向市民作了说明,并在众人的护送下退入邻近一位朋友的家中;因为妇女们正占据着他的宅第,以秘密仪式祭祀罗马人称作善女神、希腊人称作妇女神的女神。

§19.4

θύεται δʼ αὐτῇ κατʼ ἐνιαυτὸν ἐν τῇ οἰκίᾳ τοῦ ὑπάτου διὰ γυναικὸς ἢ μητρὸς αὐτοῦ, τῶν Ἑστιάδων παρθένων παρουσῶν. εἰσελθὼν οὖν ὁ Κικέρων, καθʼ αὑτόν, ὀλίγων παντάπασιν αὐτῷ παρόντων, ἐφρόντιζεν ὅπως χρήσαιτο τοῖς ἀνδράσι. τήν τε γὰρ ἄκραν καὶ προσήκουσαν ἀδικήμασι τηλικούτοις τιμωρίαν ἐξηυλαβεῖτο καὶ κατώκνει διʼ ἐπιείκειαν ἤθους ἅμα καὶ ὡς μὴ δοκοίη τῆς ἐξουσίας ἄγαν ἐμφορεῖσθαι καὶ πικρῶς ἐπεμβαίνειν ἀνδράσι γένει τε πρώτοις καὶ φίλους δυνατοὺς ἐν τῇ πόλει κεκτημένοις· μαλακώτερόν τε χρησάμενος ὠρρώδει τὸν ἀπʼ αὐτῶν κίνδυνον.

对这位女神的祭祀每年在执政官宅邸内由其妻子或母亲主持举行,维斯塔贞女亦在场。西塞罗进屋后独处一室,身边随从之人寥寥无几,暗自思忖该当如何处置这些人。因为一方面,出于天性的仁和,同时也为避免被认为过度滥用权力、残酷践踏出身显赫且在城中拥有强大朋友的人,他对施行适合如此弥天大罪的极刑深感戒惧并迟疑不决;另一方面,若从轻发落,他又畏惧来自他们的危险。

§19.5

οὐ γὰρ ἀγαπήσειν2 μετριώτερόν τι θανάτου παθόντας, ἀλλʼ εἰς ἅπαν ἀναρραγήσεσθαι τόλμης, τῇ παλαιᾷ κακίᾳ, νέαν ὀργὴν προσλαβόντας· αὐτός τε δόξειν ἄνανδρος καὶ μαλακός, οὐδʼ ἄλλως δοκῶν εὐτολμότατος εἶναι τοῖς πολλοῖς.

因为他料定,这些人若遭受轻于死刑的惩处绝不会就此罢休,反而在原有的恶念上更增添新的怒火,进而爆发为无所顾忌的狂悖暴举;而他自己则会被视为缺乏男子气概且软弱,况且他在寻常百姓眼中本就不是一个行事极为果敢之人。

语法注2 条
  1. 19.1ἀκηκοέναι τινὰς Κεθήγου λέγοντος

    τινὰς 作不定式 ἀκηκοέναι 的宾格主语,意为“有人听见(凯忒古斯说……)”。主句主语西拉努斯并非直接听闻者,而是转述他人的传闻。动词 ἀκούω 后接属格(Κεθήγου λέγοντος)表示发言者来源,其后的 ὡς 从句则引述具体言论内容。

  2. 19.5οὐ γὰρ ἀγαπήσειν

    此处出现由前文 ὠρρώδει(担忧)和 ἐφρόντιζεν(思虑)所支配的间接引语将来时不定式(ἀγαπήσειν、ἀναρραγήσεσθαι、δόξειν),用以表达西塞罗的内心权衡。后文 αὐτός τε δόξειν 中,由于不定式的逻辑主语与主句主语(西塞罗)同一,因而使用了主格(αὐτός)而非宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:19.1-19.5