- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:1.1-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了关于西塞罗父母出身的诸种说法、“鹰嘴豆”这一别称的渊源,以及西塞罗本人如何以此名为荣并在西西里奉献礼器时巧用该名称的轶事。
Κικέρωνος δὲ τὴν μὲν μητέρα λέγουσιν Ἑλβίαν καὶ γεγονέναι καλῶς καὶ βεβιωκέναι, περὶ δὲ τοῦ πατρὸς οὐδὲν ἦν πυθέσθαι μέτριον,1 οἱ μὲν γὰρ ἐν κναφείῳ τινὶ καὶ γενέσθαι καὶ τραφῆναι τόν ἄνδρα λέγουσιν, οἱ δʼ εἰς Τύλλον Ἄττιον ἀνάγουσι τὴν ἀρχὴν τοῦ γένους, βασιλεύσαντα λαμπρῶς ἐν Οὐολούσκοις καὶ πολεμήσαντα Ῥωμαίοις οὐκ ἀδυνάτως.
关于西塞罗的母亲赫尔维亚,人们说她出身名门且品行端正,但关于他的父亲,却无法获悉任何中肯确凿之说;因为有人说那人在一家缩绒工坊中出生并长大,另一些人则将家族的起源追溯到图路斯·阿提乌斯,此人曾在沃尔斯奇人中显赫称王,且与罗马人作战时并非软弱无力。
ὁ μέντοι πρῶτος ἐκ τοῦ γένους Κικέρων ἐπονομασθεὶς ἄξιος λόγου δοκεῖ γενέσθαι, διὸ τὴν ἐπίκλησιν οὐκ ἀπέρριψαν οἱ μετʼ αὐτόν, ἀλλʼ ἠσπάσαντο, καίπερ ὑπὸ πολλῶν χλευαζομένην. κίκερα γὰρ οἱ Λατῖνοι τόν ἐρέβινθον καλοῦσι, κἀκεῖνος ἐν τῷ πέρατι τῆς ῥινὸς διαστολὴν, ὡς ἔοικεν, ἀμβλεῖαν εἶχεν ὥσπερ ἐρεβίνθου διαφυήν, ἀφʼ ἧς ἐκτήσατο τὴν ἐπωνυμίαν.
然而,该家族中第一个被冠以“西塞罗”称号的人,似乎成了一个值得一提的人物,因此在他之后的人并没有抛弃这个别名,反而欣然接受,尽管它受到许多人的嘲笑。因为拉丁人称鹰嘴豆为“西塞尔”,而那人似乎在鼻尖上有一处浅浅的凹陷,就像鹰嘴豆的缝隙一样,他便由此获得了这个称号。
αὐτός γε μὴν Κικέρων, ὑπὲρ οὗ τάδε γέγραπται, τῶν φίλων αὐτὸν οἰομένων δεῖν,2 ὅτε πρῶτον ἀρχὴν μετῄει καὶ πολιτείας ἥπτετο, φυγεῖν τοὔνομα καὶ μεταθέσθαι, λέγεται νεανιευσάμενος εἰπεῖν ὡς ἀγωνιεῖται τόν Κικέρωνα τῶν Σκαύρων καὶ τῶν Κάτλων ἐνδοξότερον ἀποδεῖξαι.3
而关于这位被载于本书的西塞罗本人,当他初次谋求官职并涉足政界时,朋友们认为他应当回避这个名字并予以更换,据说他却意气风发地宣称,自己将努力使“西塞罗”这个名字比斯考鲁斯家族和卡图鲁斯家族的人更为显赫。
ταμιεύων δʼ ἐν Σικελίᾳ καὶ τοῖς θεοῖς ἀνάθημα ποιούμενος ἀργυροῦν τὰ μὲν πρῶτα δύο τῶν ὀνομάτων ἐπέγραψε, τόν τε Μᾶρκον καὶ τόν Τύλλιον, ἀντὶ δὲ τοῦ τρίτου σκώπτων ἐρέβινθον ἐκέλευσε παρὰ τὰ γράμματα τόν τεχνίτην ἐντορεῦσαι. ταῦτα μὲν οὖν περὶ τοῦ ὀνόματος ἱστόρηται.
他在西西里担任财务官并向神明奉献银质贡品时,刻上了自己名字的前两个,即“马尔库斯”和“图利乌斯”,而作为第三个的替代,他开玩笑地命令工匠在文字旁浮雕一颗鹰嘴豆。关于这个名字的记载,便大致如此。
- 1.1οὐδὲν ἦν πυθέσθαι μέτριον
ἦν 与不定式(πυθέσθαι)连用,表示可能性(相当于 ἔξεστιν,“能够”)。μέτριον 为中性形容词的名词化用法,意为“适度的、中肯的”,在语境中指介于后文提到的极端赞美(王室后裔)与贬抑(作坊之子)之间的“确凿可靠的说法”。
- 1.3τῶν φίλων αὐτὸν οἰομένων δεῖν
τῶν φίλων ... οἰομένων 构成属格独立结构。分词 οἰομένων 支配非人称动词 δεῖ 的不定式 δεῖν,而 δεῖν 又以宾格 αὐτόν 为逻辑主语,进一步支配不定式 φυγεῖν 与 μεταθέσθαι,形成了多层的不定式结构。
- 1.3ὡς ἀγωνιεῖται τόν Κικέρωνα τῶν Σκαύρων καὶ τῶν Κάτλων ἐνδοξότερον ἀποδεῖξαι
在 ὡς 引导的从句中,动词 ἀγωνίζομαι(将来时 ἀγωνιεῖται)支配不定式 ἀποδεῖξαι(表示“努力使……”)。τόν Κικέρωνα 是 ἀποδεῖξαι 的直接宾语,ἐνδοξότερον 为补足宾语的谓语性宾格,而 τῶν Σκαύρων καὶ τῶν Κάτλων 则是附属于比较级 ἐνδοξότερον 的比较属格。
