← 普鲁塔克

西塞罗传

§18.1-18.5

伦图卢斯的纵火阴谋与密信的截获

伦图卢斯等人密谋纵火焚城、屠杀元老并扣押庞培子女为人质,并策动阿洛布罗格人使节参与,然而西塞罗通过周密追踪实施夜间设伏,截获了信使与密信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

οὐδὲν οὖν ἐπενόει μικρὸν ὁ Λέντλος ἢ ἄσημον, ἀλλʼ ἐδέδοκτο τήν βουλὴν ἅπασαν ἀναιρεῖν τῶν τʼ ἄλλων πολιτῶν ὅσους δύναιτο, τήν πόλιν δʼ αὐτὴν καταπιμπράναι, φείδεσθαι τε μηδενὸς ἢ τῶν Πομπηΐου τέκνων1 ταῦτα δʼ ἐξαρπασαμένους ἔχειν ὑφʼ αὑτοῖς καὶ φυλάττειν ὅμηρα τῶν πρὸς Πομπήϊον διαλύσεων· ἤδη γὰρ ἐφοίτα πολὺς λόγος καὶ βέβαιος ὑπὲρ αὐτοῦ κατιόντος ἀπὸ τῆς μεγάλης στρατείας.

因此,伦图卢斯所谋划的绝非微不足道或无关紧要之事,而是已经决意屠尽整个元老院以及尽可能多的其他公民,将整座城市付之一炬,除庞培的子女外不饶恕任何人;他们要将这些孩子劫走并置于自己控制之下,扣留作为与庞培媾和的人质,因为关于庞培正从那场伟大远征中班师的传闻,当时已在四处流传且十分确凿。

§18.2

καὶ νὺξ μὲν ὥριστο πρὸς τήν ἐπίθεσιν μία τῶν Κρονιάδων, ξίφη δὲ καὶ στυππεῖα καὶ θεῖον εἰς τήν Κεθήγου φέροντες οἰκίαν ἀπέκρυψαν. ἄνδρας δὲ τάξαντες ἑκατὸν καὶ μέρη τοσαῦτα τῆς Ῥώμης ἕκαστον ἐφʼ ἑκάστῳ διεκλήρωσαν, ὡς διʼ ὀλίγου πολλῶν ἁψάντων φλέγοιτο πανταχόθεν ἡ πόλις. ἄλλοι δὲ τοὺς ὀχετοὺς ἔμελλον ἐμφράξαντες ἀποσφάττειν τοὺς ὑδρευομένους.

他们选定了萨图尔努斯节的一个夜晚作为发动袭击的时刻,并将刀剑、麻屑与硫磺运至刻忒古斯的宅第藏匿起来。他们部署了一百个人,将罗马城等分为同样数量的街区,按抽签分派给每人一处,以便许多人同时纵火,使整座城市能在极短时间内四处起火。另有一些人则打算堵塞水渠,将前去取水的人斩杀。

§18.3

πραττομένων δὲ τούτων ἔτυχον ἐπιδημοῦντες Ἀλλοβρίγων δύο πρέσβεις, ἔθνους μάλιστα δὴ τότε πονηρὰ πράττοντος καὶ βαρυνομένου τήν ἡγεμονίαν. τούτους οἱ περὶ Λέντλον ὠφελίμους ἡγούμενοι πρὸς τὸ κινῆσαι καὶ μεταβαλεῖν τήν Γαλατίαν ἐποιήσαντο συνωμότας. καὶ γράμματα μὲν αὐτοῖς πρὸς τήν ἐκεῖ βουλήν, γράμματα δὲ πρὸς Κατιλίναν ἔδοσαν, τῇ μὲν ὑπισχνούμενοι τήν ἐλευθερίαν, τὸν δὲ Κατιλίναν παρακαλοῦντες ἐλευθερώσαντα τοὺς δούλους ἐπὶ τήν Ῥώμην ἐλαύνειν.

正当谋划这些勾当之际,恰逢阿洛布罗格人的两位使节滞留城中,该部族当时正境况穷困,对统治极度不满。伦图卢斯一伙认为他们对于在高卢掀起骚乱与变革大有用处,便将他们拉入同谋。他们交给使节们致当地元老院的信件以及致喀提林的信件,向前者许以自由,并敦促喀提林解放奴隶后向罗马进军。

§18.4

συναπέστελλον δὲ μετʼ αὐτῶν πρὸς τὸν Κατιλίναν Τίτον τινὰ Κροτωνιάτην, κομίζοντα τὰς ἐπιστολάς. οἷα δʼ ἀνθρώπων ἀσταθμήτων καὶ μετʼ οἴνου τὰ πολλὰ καὶ γυναικῶν ἀλλήλοις ἐντυγχανόντων βουλεύματα πόνῳ καὶ λογισμῷ νήφοντι καὶ συνέσει περιττῇ διώκων ὁ Κικέρων, καὶ πολλοὺς μὲν ἔχων ἔξωθεν ἐπισκοποῦντας τὰ πραττόμενα καὶ συνεξιχνεύοντας αὐτῷ, πολλοῖς δὲ τῶν μετέχειν δοκούντων τῆς συνωμοσίας διαλεγόμενος κρύφα καὶ πιστεύων, ἔγνω τήν πρὸς τοὺς ξένους κοινολογίαν·2 καὶ νυκτὸς ἐνεδρεύσας ἔλαβε τὸν Κροτωνιάτην καὶ τὰ γράμματα, συνεργούντων ἀδήλως τῶν Ἀλλοβρίγων.

他们还派了一位携带信件的克罗顿人提图斯随他们一同前往喀提林处。然而,对于这些由轻浮无常之人、且多半在酒色之中相互聚会所策划的阴谋,西塞罗以辛劳、清醒的理性与超群的洞察力加以追查;他不仅拥有许多从外部监视事态并协助搜寻线索之人,更与许多看似参与阴谋的人暗中交谈并予以信任,因而得知了与这批异邦人的勾结会面;他遂在夜间设伏,在阿洛布罗格人暗中协助之下,将那名克罗顿人及信件一并截获。

语法注2 条
  1. 18.1φείδεσθαι τε μηδενὸς ἢ τῶν Πομπηΐου τέκνων

    在否定词 μηδενός 之后的连词 ἤ 起到类似 ἀλλ' ἤ 的作用,表示排除(“除了……之外”)。属格 μηδενός 由动词 φείδεσθαι(饶恕、放过)所支配。

  2. 18.4οἷα δʼ ἀνθρώπων ἀσταθμήτων καὶ μετʼ οἴνου τὰ πολλὰ καὶ γυναικῶν ἀλλήλοις ἐντυγχανόντων βουλεύματα πόνῳ καὶ λογισμῷ νήφοντι καὶ συνέσει περιττῇ διώκων ὁ Κικέρων, καὶ πολλοὺς μὲν ἔχων ἔξωθεν ἐπισκοποῦντας τὰ· πραττόμενα καὶ συνεξιχνεύοντας αὐτῷ, πολλοῖς δὲ τῶν μετέχειν δοκούντων τῆς συνωμοσίας διαλεγόμενος κρύφα καὶ πιστεύων, ἔγνω τήν πρὸς τοὺς ξένους κοινολογίαν

    全句的主语为 ὁ Κικέρων,主动词为后半部分的 ἔγνω。句首的名词短语 οἷα... βουλεύματα(“……那样的计划”)作为分词 διώκων(追查、探寻)的宾语被前置。主语 ὁ Κικέρων 统摄一连串并列分词 διώκων、ἔχων、διαλεγόμενος 及 πιστεύων,最终引向主动词 ἔγνω 及其宾语 τήν πρὸς τοὺς ξένους κοινολογίαν,构成复杂的长句插叙结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:18.1-18.5