- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:17.1-17.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述留驻罗马城内的阴谋者头目、出身名门的伦图卢斯·苏拉的为人及其绰号的由来,以及他如何被伪预言家关于独裁统治的神谕所蛊惑。
τοὺς δʼ ὑπολειφθέντας ἐν τῇ πόλει τῶν διεφθαρμένων ὑπὸ τοῦ Κατιλίνα συνῆγε καὶ παρεθάρρυνε Κορνήλιος Λέντλος Σούρας ἐπίκλησιν, ἀνὴρ γένους μὲν ἐνδόξου, βεβιωκὼς δὲ φαύλως καὶ διʼ ἀσέλγειαν ἐξεληλαμένος τῆς βουλῆς πρότερον, τότε δὲ στρατηγῶν τὸ δεύτερον, ὡς ἔθος ἐστὶ τοῖς ἐξ ὑπαρχῆς ἀνακτωμένοις τὸ βουλευτικὸν ἀξίωμα.1
被喀提林腐蚀而留在城里的人,由绰号“苏拉”的科尔内利乌斯·伦图卢斯召集并加以激励。此人出身显贵,但生活放荡,早先曾因放纵不端被逐出元老院;当时他正第二次担任大法官,这是那些试图重新恢复元老资格之人通常依循的惯例。
λέγεται δὲ καὶ τὴν ἐπίκλησιν αὐτῷ γενέσθαι τὸν Σούραν ἐξ αἰτίας τοιαύτης. ἐν τοῖς κατὰ Σύλλαν χρόνοις ταμιεύων συχνὰ τῶν δημοσίων χρημάτων ἀπώλεσε καὶ διέφθειρεν. ἀγανακτοῦντος δὲ τοῦ Σύλλα καὶ λόγον ἀπαιτοῦντος ἐν τῇ συγκλήτῳ, προελθὼν ὀλιγώρως πάνυ καὶ καταφρονητικῶς λόγον μὲν οὐκ ἔφη διδόναι, παρέχειν δὲ τὴν κνήμην,2 ὥσπερ εἰώθεισαν οἱ παῖδες ὅταν ἐν τῷ σφαιρίζειν ἁμάρτωσιν.
据说他得到“苏拉”这一绰号是出于以下缘由:在苏拉时代担任财务官期间,他耗尽并贪污了大量公款。当苏拉大怒并在元老院向他索要账目审查时,他极度傲慢蔑视地走上前去,声称自己不会交出账目,但愿意伸出自己的小腿——就像孩童们在玩球犯规时按惯例所做的那样。
ἐκ τούτου Σούρας παρωνομάσθη· σούραν γὰρ οἱ Ῥωμαῖοι τὴν κνήμην λέγουσι. πάλιν δὲ δίκην ἔχων καὶ διαφθείρας ἐνίους τῶν δικαστῶν, ἐπεὶ δυσὶ μόναις ἀπέφυγε ψήφοις, ἔφη παρανάλωμα γεγονέναι τὸ θατέρῳ κριτῇ δοθέν3 ἀρκεῖν γὰρ εἰ καὶ μιᾷ ψήφῳ μόνον ἀπελύθη.
由此人们便给他起了个绰号叫苏拉,因为罗马人称小腿为“苏拉”。又有一次,他吃上官司并贿赂了部分审判官,由于仅仅以两票之差获判无罪,他说送给另外那一位审判官的钱完全是多余的浪费,因为即便只凭一票获赦也足够了。
τοῦτον ὄντα τῇ φύσει τοιοῦτον κεκινημένον ὑπὸ τοῦ Κατιλίνα προσδιέφθειραν ἐλπίσι κεναῖς ψευδομάντεις καὶ γόητες ἔπη πεπλασμένα καὶ χρησμοὺς ᾄδοντες, ὡς ἐκ τῶν Σιβυλλείων, προδηλοῦντας εἱμαρμένους εἶναι τῇ Ῥώμῃ Κορνηλίους τρεῖς μονάρχους,4 ὧν δύο μὲν ἤδη πεπληρωκέναι τὸ χρεών, Κίνναν τε καὶ Σύλλαν, τρίτῳ δὲ λοιπῷ Κορνηλίῳ ἐκείνῳ φέροντα τὴν μοναρχίαν ἥκειν τὸν δαίμονα, καὶ δεῖν πάντως δέχεσθαι καὶ μὴ διαφθείρειν μέλλοντα τοὺς καιροὺς, ὥσπερ Κατιλίνας.
此人生性如此,又受喀提林挑动,假预言家和方士们更吟诵据称出自西比拉神谕的伪造诗句与神谕,用虚妄的希望使他进一步沉沦。这些神谕宣示,命运已注定罗马将出现三位科尔内利乌斯家族的独裁君主,其中琴纳和苏拉两人已终其宿命,而对于第三位剩下的科尔内利乌斯即他本人,神明正携带着王权降临,他必须不顾一切予以接受,绝不可像喀提林那样迁延犹豫而错失良机。
- 17.1ὡς ἔθος ἐστὶ τοῖς ἐξ ὑπαρχῆς ἀνακτωμένοις τὸ βουλευτικὸν ἀξίωμα
介词短语 ἐξ ὑπαρχῆς 意为“从头开始、重新”。此处解释罗马当时的体制惯例:被开除出元老院的人可以通过重新竞选大法官等高级公职而重获元老席位。
- 17.2παρέχειν δὲ τὴν κνήμην
间接引语中依附于主动词 ἔφη 的不定式。“伸出小腿”指当时儿童玩球失误时伸出小腿任人惩罚拍打的游戏习俗;伦图卢斯借此表达对审查巨额公款贪污一事的极度轻慢,视同儿戏惩罚。
- 17.3παρανάλωμα γεγονέναι τὸ θατέρῳ κριτῇ δοθέν
间接引语中 παρανάλωμα(多余的开支、浪费的费用)作 γεγονέναι 的表语。主语是中性分词短语 τὸ θατέρῳ κριτῇ δοθέν(给另一位审判官的钱)。θατέρῳ 为 τῷ ἑτέρῳ 的缩合形式(crasis),指为了确保过半数而多收买的那“另一位”(审判官)。
- 17.4προδηλοῦντας εἱμαρμένους εἶναι τῇ Ῥώμῃ Κορνηλίους τρεῖς μονάρχους
προδηλοῦντας 为阳性宾格复数分词,修饰先行词 ἔπη καὶ χρησμούς(阴阳中性混杂时取阳性)。随后引出不定式间接引语 εἱμαρμένους εἶναι,其中 Κορνηλίους τρεῖς μονάρχους 为宾格主语,εἱμαρμένους 作表语(意为“注定的”)。接下来的 ὧν 关系从句分别对应了这三位科尔内利乌斯(琴纳、苏拉、伦图卢斯)的命运。
