← 普鲁塔克

西塞罗传

§16.1-16.4

刺杀西塞罗未遂与喀提林逃离罗马

针对西塞罗的刺杀企图败露,喀提林在元老院遭到孤立并被驱逐出城后,与大军会合公开叛乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἐπεὶ δὲ ταύτην λαβὼν τὴν ἐξουσίαν ὁ Κικέρων τὰ μὲν ἔξω πράγματα Κοΐντῳ Μετέλλῳ διεπίστευσε, τὴν δὲ πόλιν εἶχε διὰ χειρὸς καὶ καθʼ ἡμέραν προῄει δορυφορούμενος ὑπʼ ἀνδρῶν τοσούτων τὸ πλῆθος ὥστε τῆς ἀγορᾶς πολὺ μέρος κατέχειν ἐμβάλλοντος αὐτοῦ τοὺς παραπέμποντας,1 οὐκέτι καρτερῶν τὴν μέλλησιν ὁ Κατιλίνας αὐτὸς μὲν ἐκπηδᾶν ἔγνω πρὸς τὸν Μάλλιον ἐπὶ τὸ στράτευμα, Μάρκιον δὲ καὶ Κέθηγον ἐκέλευσε ξίφη λαβόντας ἐλθεῖν ἐπὶ τὰς θύρας ἕωθεν ὡς ἀσπασομένους τὸν Κικέρωνα καὶ διαχρήσασθαι προσπεσόντας. τοῦτο Φουλβία, γυνὴ τῶν ἐπιφανῶν, ἐξαγγέλλει τῷ Κικέρωνι νυκτὸς ἐλθοῦσα καὶ διακελευσαμένη φυλάττεσθαι τοὺς περὶ τὸν Κέθηγον. οἱ δʼ ἧκον ἅμʼ ἡμέρᾳ, καὶ κωλυθέντες εἰσελθεῖν ἠγανάκτουν καὶ κατεβόων ἐπὶ θύραις, ὥστε ὑποπτότεροι γενέσθαι.

西塞罗获得这一全权后,便将城外的事务托付给昆图斯·梅特卢斯,而将城内事务牢牢掌握在自己手中,每日出行都有大批人员护卫,以致当他进入广场时,随行卫队便占据了大半地方;喀提林再也无法忍受这种拖延,决定亲自奔赴曼利乌斯及其军队那里,同时命令马尔基乌斯和凯特古斯带上短剑,在拂晓时分前往西塞罗门前,假意向他致晨安礼,趁机扑上前去将他除掉。贵族出身的妇人富尔维亚在夜间赶到西塞罗处揭露了这一阴谋,嘱咐他防范凯特古斯一伙。这两人在天明时分如期而至,被拒之门外后十分恼怒,在门口高声喧闹,从而引起了更大的怀疑。

§16.3

προελθὼν δʼ ὁ Κικέρων ἐκάλει τὴν σύγκλητον εἰς τὸ τοῦ Στησίου Διὸς ἱερόν, ὃν Στάτορα Ῥωμαῖοι καλοῦσιν, ἱδρυμένον ἐν ἀρχῇ τῆς ἱερᾶς ὁδοῦ, πρὸς τὸ Παλάτιον ἀνιόντων,2 ἐνταῦθα καὶ τοῦ Κατιλίνα μετὰ τῶν ἄλλων ἐλθόντος ὡς ἀπολογησομένου, συγκαθίσαι μὲν οὐδεὶς ὑπέμεινε τῶν συγκλητικῶν, ἀλλὰ πάντες ἀπὸ τοῦ βάθρου μετῆλθον. ἀρξάμενος δὲ λέγειν ἐθορυβεῖτο, καὶ τέλος ἀναστὰς ὁ Κικέρων προσέταξεν αὐτῷ τῆς πόλεως ἀπαλλάττεσθαι· δεῖν γὰρ αὐτοῦ μὲν λόγοις, ἐκείνου δʼ ὅπλοις πολιτευομένου μέσον εἶναι τὸ τεῖχος.3

随后西塞罗走出家门,将元老院召集在通往帕拉蒂乌姆山圣道起点的定足者宙斯神殿——罗马人称之为斯塔托尔。喀提林也同其他人一起前来,佯装要为自己辩解,但元老们无一人愿与他同坐,全都从原坐的长凳上移开。当他开口说话时,遭到众人齐声起哄,最终西塞罗站起身来,命他离开罗马城;因为西塞罗指出,既然自己是用言辞而对方是用武器来从事政治,两人之间就必须隔着一道城墙。

§16.4

ὁ μὲν οὖν Κατιλίνας εὐθὺς ἐξελθὼν μετὰ τριακοσίων ὁπλοφόρων καὶ περιστησάμενος αὑτῷ ῥαβδουχίας ὡς ἄρχοντι καὶ πελέκεις καὶ σημαίας ἐπαράμενος, πρὸς τὸν Μάλλιον ἐχώρει· καὶ δισμυρίων ὁμοῦ τι συνηθροισμένων ἐπῄει τὰς πόλεις ἀναπείθων καὶ ἀφιστὰς, ὥστε τοῦ πολέμου φανεροῦ γεγονότος τὸν Ἀντώνιον ἀποσταλῆναι διαμαχούμενον.

喀提林于是立即率领三百名武装人员出城,并像执政官那样在身边配备了侍从吏、束棒与斧头,高举军旗,前往曼利乌斯处;在集结了约两万人后,他巡视各城镇,游说并策动他们背叛,致使战争已公开爆发,安东尼乌斯遂被派遣前往征讨。

语法注3 条
  1. 16.1ὥστε τῆς ἀγορᾶς πολὺ μέρος κατέχειν ἐμβάλλοντος αὐτοῦ τοὺς παραπέμποντας

    在由 ὥστε 加不定式 κατέχειν 构成的结果从句中,插入了属格绝对结构 ἐμβάλλοντος αὐτοῦ(“当他进入时”)。不定式 κατέχειν 的逻辑主语为宾格短语 τοὺς παραπέμποντας(“随从护卫们”),其宾语则是 τῆς ἀγορᾶς πολὺ μέρος。

  2. 16.3πρὸς τὸ Παλάτιον ἀνιόντων

    不带具体名词的现在分词复数属格,是地理位置描述中表示方位的习惯用法,意为“当人们登上帕拉蒂乌姆山时 / 沿路登向帕拉蒂乌姆山的人看来”。

  3. 16.3δεῖν γὰρ αὐτοῦ μὲν λόγοις, ἐκείνου δʼ ὅπλοις πολιτευομένου μέσον εἶναι τὸ τεῖχος

    解释西塞罗命令缘由的间接引语(用 γάρ 引出)。非人称动词 δεῖ 作不定式 δεῖν,统领受格不定式结构 μέσον εἶναι τὸ τεῖχος(“城墙应隔在中间”)。前半部的 αὐτοῦ μὲν λόγοις, ἐκείνου δʼ ὅπλοις πολιτευομένου 为表示情态/原因的属格绝对结构,其中单数分词 πολιτευομένου 在语法上与邻近的逻辑主语 ἐκείνου 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:16.1-16.4