- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:15.1-15.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克拉苏等人深夜造访西塞罗宅邸呈交揭露阴谋的匿名信件,西塞罗随即召集元老院,元老院结合叛军动向的急报通过了赋予执政官全权的终极法令。
οὐ πολλῷ δʼ ὕστερον τούτων ἤδη τῷ Κατιλίνᾳ1 τῶν ἐν Τυρρηνίᾳ συνερχομένων καὶ καταλοχιζομένων, καὶ τῆς ὡρισμένης πρὸς τὴν ἐπίθεσιν ἡμέρας ἐγγὺς οὔσης, ἧκον ἐπὶ τὴν Κικέρωνος οἰκίαν περὶ μέσας νύκτας ἄνδρες οἱ πρῶτοι καὶ δυνατώτατοι Ῥωμαίων, Μᾶρκος τε Κράσσος καὶ Μᾶρκος Μάρκελλος καὶ Σκηπίων Μέτελλος· κόψαντες δὲ τὰς θύρας καὶ καλέσαντες τὸν θυρωρόν ἐκέλευον ἐπεγεῖραι καὶ φράσαι Κικέρωνι τὴν παρουσίαν αὐτῶν.
此后不久,伊特鲁里亚的人已经开始为喀提林集结并编组部队,指定的袭击日期也已临近;罗马最高贵、最有权势的人物——马尔库斯·克拉苏、马尔库斯·马塞卢斯以及西庇阿·梅特卢斯——于半夜时分来到了西塞罗的宅邸。他们敲门并唤来门房,命他叫醒西塞罗并通报他们的到来。
ἦν δὲ τοιόνδε· τῷ Κράσσῳ μετὰ δεῖπνον ἐπιστολὰς ἀποδίδωσιν ὁ θυρωρός, ὑπὸ δή τινος ἀνθρώπου κομισθείσας ἀγνώστου, ἄλλας ἄλλοις ἐπιγεγραμμένας, αὐτῷ δὲ Κράσσῳ μίαν ἀδέσποτον. ἣν μόνην ἀναγνοὺς ὁ Κράσσος, ὡς ἔφραζε τὰ γράμματα φόνον γενησόμενον πολὺν διὰ Κατιλίνα, καὶ παρῄνει τῆς πόλεως ὑπεξελθεῖν, τὰς ἄλλας οὐκ ἔλυσεν, ἀλλʼ ἧκεν εὐθὺς πρὸς τὸν Κικέρωνα, πληγεὶς ὑπὸ τοῦ δεινοῦ, καί τι τῆς αἰτίας ἀπολυόμενος ἣν ἔσχε διὰ φιλίαν τοῦ Κατιλίνα.
事情是这样的:晚饭后,门房给克拉苏送来几封信,是一个素不相识的人送来的,收信人各不相同,而给克拉苏本人的则是一封匿名信。克拉苏只读了这一封,由于信中声称喀提林将要发动大规模屠杀,并劝他离开罗马城,他便没有拆开其余的信,而是径直赶往西塞罗那里;他一方面被这可怕的消息所震惊,另一方面也是为了在一定程度上洗清因与喀提林交好而蒙受的嫌疑。
βουλευσάμενος οὖν ὁ Κικέρων ἅμʼ ἡμέρᾳ, βουλὴν συνήγαγε, καὶ τὰς ἐπιστολὰς κομίσας ἀπέδωκεν οἷς ἦσαν ἐπεσταλμέναι, κελεύσας φανερῶς ἀναγνῶναι. πᾶσαι δʼ ἦσαν ὁμοίως ἐπιβουλὴν φράζουσαι. ἐπεὶ δὲ καὶ Κόιντος Ἄρριος, ἀνὴρ στρατηγικός, ἀπήγγελλε τοὺς ἐν Τυρρηνίᾳ καταλοχισμούς, καὶ Μάλλιος ἀπηγγέλλετο σὺν χειρὶ μεγάλῃ περὶ τὰς πόλεις ἐκείνας αἰωρούμενος ἀεί τι προσδοκᾶν2 καινὸν ἀπὸ τῆς Ῥώμης, γίνεται δόγμα τῆς βουλῆς παρακατατίθεσθαι τοῖς ὑπάτοις τὰ πράγματα, δεξαμένους δʼ ἐκείνους3 ὡς ἐπίστανται διοικεῖν καὶ σῴζειν τὴν πόλιν. τοῦτο δʼ οὐ πολλάκις, ἀλλʼ ὅταν τι μέγα δείσῃ, ποιεῖν εἴωθεν ἡ σύγκλητος.
因此,西塞罗在天明时分筹划一番后,召集了元老院,带来那些信件并分发给各自的收信人,命他们公开宣读。所有的信都同样揭露了一场阴谋。此外,曾任裁判官的昆图斯·阿里乌斯也报告了伊特鲁里亚的部队整编情况,且据报曼利乌斯正率领大军在那一带的城镇周围游弋,时刻等待着罗马发生政变,元老院遂通过决议,将国家事务全权委托给执政官,由他们受命之后依照自己的才智进行治理并保卫城邦。元老院通常并不轻易做出这样的决定,只有在畏惧某种重大危难时才会如此行事。
- 15.1τῷ Κατιλίνᾳ
置于属格绝对结构(τῶν ἐν Τυρρηνίᾳ συνερχομένων καὶ καταλοχιζομένων)之前的利益与格,既可修饰分词 συνερχομένων 表示投奔归附的对象(“归附喀提林”),亦可表示为其事业而集结建制(“为喀提林”)。
- 15.3Μάλλιος ἀπηγγέλλετο σὺν χειρὶ μεγάλῃ περὶ τὰς πόλεις ἐκείνας αἰωρούμενος ἀεί τι προσδοκᾶν
动词 ἀπαγγέλλομαι 的人称被动态结构:主语 Μάλλιος 支配附随分词 αἰωρούμενος 与不定式 προσδοκᾶν(“曼利乌斯被报告率大军在那些城镇周围游弋,时刻等待着……”)。希腊语在此采用了以受报告的人物直接作主语的人称构式,而非“据报告曼利乌斯正在……”的非人称构式。
- 15.4δεξαμένους δʼ ἐκείνους
该成分虽回指前面的与格 τοῖς ὑπάτοις,但作为后续不定式 διοικεῖν 与 σῴζειν 的逻辑主语,转用了宾格代词(ἐκείνους)和宾格分词(δεξαμένους)。这是古典希腊语在从属于法令或决议词(δόγμα)的不定式结构中,主语由与格转向宾格不定式结构的典型句法过渡。
