← 普鲁塔克

西塞罗传

§14.1-14.6

喀提林阴谋再起与执政官选举落败

喀提林一党联结苏拉退伍老兵重振声势,企图在选举中刺杀西塞罗;西塞罗在元老院当面讯问喀提林,并在选举日披甲示警凝聚民心,最终再度挫败了喀提林的执政官竞选。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ἡ δὲ περὶ τὸν Κατιλίναν συνωμοσία πτήξασα καὶ καταδείσασα τὴν ἀρχήν1 αὖθις ἀνεθάρρει, καὶ συνῆγον ἀλλήλους καὶ παρεκάλουν εὐτολμότερον ἅπτεσθαι τῶν πραγμάτων πρὶν ἐπανελθεῖν Πομπήϊον ἤδη λεγόμενον ὑποστρέφειν μετὰ τῆς δυνάμεως. μάλιστα δὲ τὸν Κατιλίναν ἐξηρέθιζον οἱ Σύλλα πάλαι στρατιῶται, διαπεφυκότες μέν ὅλης τῆς Ἰταλίας, πλεῖστοι δὲ καὶ μαχιμώτατοι ταῖς Τυρρηνικαῖς ἐγκατεσπαρμένοι πόλεσιν, ἁρπαγὰς πάλιν καὶ διαφορήσεις πλούτων ἑτοίμων ὀνειροπολοῦντες.

与此同时,喀提林一党的阴谋起初因畏惧而蛰伏,此时又重新振作起来;他们彼此聚集,互相勉励,要趁着传闻已率大军返程的庞培归来之前,更大胆地插手政局。而最竭力煽动喀提林的,是苏拉昔日的士兵。他们散布在全意大利各地,其中人数最多、最好战的一批定居在伊特鲁里亚诸城,再度梦想着抢劫并掠夺唾手可得的财富。

§14.2

οὗτοι γὰρ ἡγεμόνα Μάλλιον ἔχοντες, ἄνδρα τῶν ἐπιφανῶς ὑπὸ Σύλλᾳ στρατευσαμένων, συνίσταντο τῷ Κατιλίνᾳ καὶ παρῆσαν εἰς Ῥώμην συναρχαιρεσιάσοντες. ὑπατείαν γὰρ αὖθις μετῄει, βεβουλευμένος ἀνελεῖν τὸν Κικέρωνα περὶ αὐτόν τῶν ἀρχαιρεσιῶν τὸν θόρυβον.

因为这些人推举曼利乌斯为领袖——此人曾是苏拉麾下战功显赫的部将——与喀提林勾结,并来到罗马助其竞选。因为喀提林再次谋求执政官职位,并决意趁选举的混乱之际刺杀西塞罗。

§14.3

ἐδόκει δὲ καὶ τὸ δαιμόνιον προσημαίνειν τὰ πρασσόμενα σεισμοῖς καὶ κεραυνοῖς καὶ φάσμασιν. αἱ δʼ ἀπʼ ἀνθρώπων μηνύσεις ἀληθεῖς μέν ἦσαν, οὔπω δʼ εἰς ἔλεγχον ἀποχρῶσαι κατʼ ἀνδρὸς ἐνδόξου καὶ δυναμένου μέγα τοῦ Κατιλίνα. διὸ τὴν ἡμέραν τῶν ἀρχαιρεσιῶν ὑπερθέμενος ὁ Κικέρων ἐκάλει τὸν Κατιλίναν εἰς τὴν σύγκλητον καὶ περὶ τῶν λεγομένων ἀνέκρινεν.

神意似乎也通过地震、雷击和异象预示着正在谋划的阴谋。然而,来自凡人的告发虽然属实,但对于喀提林这样名望卓著且权势极大的人而言,仍不足以构成定罪的确凿证据。因此,西塞罗推迟了选举的日期,将喀提林召入元老院,就流传的传闻对他进行讯问。

§14.4

ὁ δὲ πολλοὺς οἰόμενος εἶναι τοὺς πραγμάτων καινῶν ἐφιεμένους ἐν τῇ βουλῇ, καὶ ἅμα τοῖς συνωμόταις ἐνδεικνύμενος, ἀπεκρίνατο τῷ Κικέρωνι μανικὴν ἀπόκρισιν τί γὰρ, ἔφη, πράττω δεινόν, εἰ, δυεῖν σωμάτων ὄντων, τοῦ μέν ἰσχνοῦ καὶ κατεφθινηκότος, ἔχοντος δὲ κεφαλήν, τοῦ δʼ ἀκεφάλου μέν, ἰσχυροῦ δὲ καὶ μεγάλου,2 τούτῳ κεφαλὴν αὐτὸς ἐπιτίθημι;

喀提林以为元老院中有许多渴望政变之人,同时也想向同谋者炫耀胆色,便对西塞罗作出了发疯一般的回答: “如果摆着两具躯体,”他说,“一具干瘪衰亡却长着头颅,另一具虽无头颅却强壮庞大,而我亲自为后者安上一颗头颅,我究竟做错了什么可怕的事呢?”

§14.5

τούτων εἴς τε τὴν βουλὴν καὶ τὸν δῆμον ᾐνιγμένων ὑπʼ αὐτοῦ, μᾶλλον ὁ Κικέρων ἔδεισε, καὶ τεθωρακισμένον αὐτόν οἵ τε δυνατοὶ πάντες ἀπὸ τῆς οἰκίας καὶ τῶν νέων πολλοὶ κατήγαγον3 εἰς τὸ πεδίον, τοῦ δὲ θώρακος ἐπίτηδες ὑπέφαινέ τι παραλύσας ἐκ τῶν ὤμων τοῦ χιτῶνος, ἐνδεικνύμενος τοῖς ὁρῶσι τὸν κίνδυνον.

由于他这番隐语是暗讽元老院与平民的,西塞罗愈发感到恐惧;所有权贵以及许多青年便护送身着胸甲的他从宅邸走下战神广场。西塞罗特意将短袍从肩头滑落,微露出里面的胸甲,向围观者表明危险的存在。

§14.6

οἱ δʼ ἠγανάκτουν καὶ συνεστρέφοντο περὶ αὐτόν καὶ τέλος ἐν ταῖς ψήφοις τὸν μέν Κατιλίναν αὖθις ἐξέβαλον, εἵλοντο δὲ Σιλανὸν ὕπατον καὶ Μουρήναν.

民众对此义愤填膺,紧密团结在他的周围;最终在投票中,他们再次使喀提林落选,选举西拉努斯和穆雷纳为执政官。

语法注3 条
  1. 14.1τὴν ἀρχήν

    宾格用作副词,意为“起初”、“当初”。此处修饰分词 πτήξασα καὶ καταδείσασα,而非充当 καταδείσασα 的直接宾语(“畏惧官职/政权”),并在时间上与后文的 αὖθις(“再次”)形成对照。

  2. 14.4δυεῖν σωμάτων ὄντων, τοῦ μέν ἰσχνοῦ καὶ κατεφθινηκότος, ἔχοντος δὲ κεφαλήν, τοῦ δʼ ἀκεφάλου μέν, ἰσχυροῦ δὲ καὶ μεγάλου

    在独立属格结构 δυεῖν σωμάτων ὄντων(有两个身体)之下,并列引出两个单数属格结构 τοῦ μέν... 与 τοῦ δέ...,构成“全与分”(schema καθ' ὅλον καὶ μέρος)的同位语关系。前者喻指元老院,后者喻指平民大众。

  3. 14.5τεθωρακισμένον αὐτόν ... κατήγαγον

    完成时被动分词 τεθωρακισμένον 作为宾语补足语(谓语性修饰)修饰直接宾语 αὐτόν(西塞罗),表明其在 κατήγαγον 发生时的状态(“护送身披胸甲的他前去”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:14.1-14.6