← 普鲁塔克

西塞罗传

§13.1-13.4

平息因奥托席位法引发的剧场纷争

阐述了西塞罗高超言论的力量与魅力,并举出他在执政官任内通过演说平息平民与骑士阶层因奥托剧场席位法而在剧场爆发的纷争一事作为明证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

μάλιστα γὰρ οὗτος ὁ ἀνὴρ ἐπέδειξε Ῥωμαίοις ὅσον ἡδονῆς λόγος τῷ καλῷ προστίθησι, καὶ ὅτι τὸ δίκαιον ἀήττητόν ἐστιν ἂν ὀρθῶς λέγηται, καὶ δεῖ1 τὸν ἐμμελῶς πολιτευόμενον ἀεὶ τῷ μὲν ἔργῳ τὸ καλὸν ἀντὶ τοῦ κολακεύοντος αἱρεῖσθαι, τῷ δὲ λόγῳ τὸ λυποῦν ἀφαιρεῖν τοῦ συμφέροντος, δεῖγμα δὲ αὐτοῦ τῆς περὶ τὸν λόγον χάριτος καὶ τὸ περὶ τὰς θέας ἐν τῇ ὑπατείᾳ γενόμενον. τῶν γὰρ ἱππικῶν πρότερον ἐν τοῖς θεάτροις ἀναμεμιγμένων τοῖς πολλοῖς καὶ μετὰ τοῦ δήμου θεωμένων ὡς ἔτυχε, πρῶτος διέκρινεν ἐπὶ τιμῇ τοὺς ἱππέας ἀπὸ τῶν ἄλλων πολιτῶν Μᾶρκος Ὄθων στρατηγῶν, καὶ διένειμεν ἰδίαν ἐκείνοις θέαν, ἣν ἔτι καὶ νῦν ἐξαίρετον ἔχουσι.

因为正是此人最清楚地向罗马人表明:言论能为崇高之举增添多么大的愉悦;若是表达得当,正义乃是不可战胜的;而一个善于治理国政的人,必须始终在行动中选择崇高而非逢迎,在言论中去除有益之事中令人不快的部分。他言论魅力的一个明证,便是他执政官任内关于剧场坐席发生的事情。此前,骑士们在剧场中混杂于大众之中,与平民随意同座观看;而马尔库斯·奥托在担任大法官时,首先为了表彰荣誉而将骑士与其他公民区分开来,并为他们划定了专属的观览席位,骑士们至今仍享有这一特权。

§13.3

τοῦτο πρὸς ἀτιμίας2 ὁ δῆμος ἔλαβε, καὶ φανέντος ἐν θεάτρῳ τοῦ Ὄθωνος ἐφυβρίζων ἐσύριττεν, οἱ δʼ ἱππεῖς ὑπέλαβον κρότῳ τὸν ἄνδρα λαμπρῶς, αὖθις δὲ ὁ δῆμος ἐπέτεινε τὸν συριγμόν, εἶτα ἐκεῖνοι τὸν κρότον. ἐκ δὲ τούτου τραπόμενοι πρὸς ἀλλήλους ἐχρῶντο λοιδορίαις, καὶ τὸ θέατρον ἀκοσμία κατεῖχεν.

民众将此举视为侮辱;当奥托出现在剧场时,平民便带着蔑视向他发出嘘声,而骑士们则报以热烈的掌声欢迎他;民众随后加剧了嘘声,骑士们接着也更加用力地鼓掌。由此,双方转向彼此相互辱骂,剧场陷入了一片混乱。

§13.4

ἐπεὶ δʼ ὁ Κικέρων ἧκε πυθόμενος καὶ τὸν δῆμον ἐκκαλέσας πρὸς τὸ τῆς Ἐνυοῦς ἱερὸν ἐπετίμησε καὶ παρῄνεσεν, ἀπελθόντες3 αὖθις εἰς τὸ θέατρον ἐκρότουν τὸν Ὄθωνα λαμπρῶς καὶ πρὸς τοὺς ἱππέας ἅμιλλαν ἐποιοῦντο περὶ τιμῶν καὶ δόξης τοῦ ἀνδρός.

西塞罗闻讯赶来,将民众召集到厄倪俄神庙前,对他们进行了斥责与劝诫;于是他们再次返回剧场,向奥托热烈鼓掌,并在给予此人荣誉和赞颂上与骑士们争先恐后。

语法注3 条
  1. 13.1ὅσον ἡδονῆς λόγος τῷ καλῷ προστίθησι, καὶ ὅτι τὸ δίκαιον ἀήττητόν ἐστιν ἂν ὀρθῶς λέγηται, καὶ δεῖ

    主动词 ἐπέδειξε 的宾语由数个分句并列构成:首先是由 ὅσον 搭配部分属格 ἡδονῆς 构成的间接感叹/疑问分句(ὅσον... προστίθησι),接着是由连词 ὅτι 引导的陈述分句(ὅτι τὸ δίκαιον...),后文的 καὶ δεῖ... 亦承接 ὅτι 的支配。

  2. 13.3πρὸς ἀτιμίας

    介词 πρός 搭配属格名词(ἀτιμίας)与动词 ἔλαβε 连用的习语,意为“视为……、解释为……”(类似于 πρὸς δίκης 或 πρὸς ὀργῆς 等副词性用法),表明民众将划定专席的措施“视为耻辱与侮辱”。

  3. 13.4ἀπελθόντες

    阳性复数分词 ἀπελθόντες 及其主谓动词 ἐκρότουν、ἐποιοῦντο 的主语,是在意义上照应前一从句中的单数集合名词 τὸν δῆμον(民众),属于意会一致(constructio ad sensum)。主语由从句(ἐπεί 引导)中的西塞罗转变为代表市民全体的复数群体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:13.1-13.4