- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:12.1-12.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗就任执政官后,面临被苏拉法令排斥者的骚动以及保民官设立十人委员会的激进土地法案;他通过让出马其顿行省拉拢了同僚安东尼乌斯,随后凭借雄辩彻底击溃了保民官们的法案。
καὶ τὰ μὲν περὶ Κατιλίναν ἔμελλεν ἔτι τοὺς πολλοὺς λανθάνοντα, προάγωνες δὲ μεγάλοι τὴν Κικέρωνος ὑπατείαν ἐξεδέξαντο. τοῦτο μὲν γὰρ οἱ κεκωλυμένοι κατὰ τοὺς Σύλλα νόμους ἄρχειν, οὔτʼ ἀσθενεῖς ὄντες οὔτʼ ὀλίγοι, μετιόντες ἀρχὰς ἐδημαγώγουν, πολλὰ τῆς Σύλλα τυραννίδος ἀληθῆ μὲν καὶ δίκαια κατηγοροῦντες, οὐ μὴν ἐν δέοντι τὴν πολιτείαν οὐδὲ σὺν καιρῷ κινοῦντες·
此时,有关喀提林的事态尚不为大众所知而迟迟未发,但重大的先期斗争已降临到西塞罗的执政官任期上。一方面,那些依据苏拉的法令被剥夺从政资格的人,人数既不少,势力也不弱,竞选官职并煽动民众,他们对苏拉专制的许多指控固然真实而正当,然而扰动国政却不得其时,亦不逢其会。
τοῦτο δὲ νόμους εἰσῆγον οἱ δήμαρχοι πρὸς τὴν αὐτὴν ὑπόθεσιν, δεκαδαρχίαν καθιστάντες αὐτοκρατόρων ἀνδρῶν, οἷς ἐφεῖτο πάσης μὲν Ἰταλίας, πάσης δὲ Συρίας, καὶ ὅσα διὰ Πομπηΐου νεωστὶ προσώριστο κυρίους ὄντας1 πωλεῖν τὰ δημόσια, κρίνειν οὓς δοκοίη, φυγάδας ἐκβάλλειν, συνοικίζειν πόλεις, χρήματα λαμβάνειν ἐκ τοῦ ταμιείου, στρατιώτας τρέφειν καὶ καταλέγειν ὁπόσων δέοιντο.
另一方面,保民官们出于同一意图引入法令,设立由拥有全权的人士组成的十人委员会;他们被赋予权力管辖全意大利、全叙利亚以及由庞培新近并入的所有地区,有权出售公有财产、审判他们认为应当审判的人、将〔人〕放逐、殖民建城、从国库提取资金,并供养与征募他们所需数量的士兵。
διὸ καὶ τῷ νόμῳ προσεῖχον ἄλλοι τε τῶν ἐπιφανῶν καὶ πρῶτος Ἀντώνιος ὁ τοῦ Κικέρωνος συνάρχων ὡς τῶν δέκα γενησόμενος. ἐδόκει δὲ καὶ τὸν Κατιλίνα νεωτερισμὸν εἰδὼς οὐ δυσχεραίνειν2 ὑπὸ πλήθους δανείων· ὃ μάλιστα τοῖς ἀρίστοις φόβον παρεῖχε.
为此,其他显要人物,而首先是西塞罗的同僚安东尼乌斯,热衷于这项法令,期望能成为这十人之一。并且由于背负巨债,安东尼乌斯尽管知晓喀提林的革命企图,似乎并不反感;这最令贵族派感到畏惧。
καὶ τοῦτον πρῶτον θεραπεύων ὁ Κικέρων ἐκείνῳ μὲν ἐψηφίσατο τῶν ἐπαρχιῶν Μακεδονίαν, αὑτῷ δὲ τὴν Γαλατίαν διδομένην παρῃτήσατο, καὶ κατειργάσατο τῇ χάριτι ταύτῃ τὸν Ἀντώνιον ὥσπερ ὑποκριτὴν ἔμμισθον αὐτῷ τὰ δεύτερα λέγειν ὑπὲρ τῆς πατρίδος, ὡς δʼ οὗτος ἑαλώκει καὶ χειροήθης ἐγεγόνει, μᾶλλον ἤδη θαρρῶν ὁ Κικέρων ἐνίστατο πρὸς τοὺς καινοτομοῦντας.
因此,西塞罗首先拉拢安东尼乌斯,在行省中投票将马其顿分予他,而推辞了授给自己的高卢;并借由这一恩惠争取到了安东尼乌斯,使他犹如受雇的配角演员一般,为祖国甘当自己的副手。一旦安东尼乌斯被收服且变得顺从,西塞罗信心倍增,起而对抗那些改革派。
ἐν μὲν οὖν τῇ βουλῇ κατηγορίαν τινὰ τοῦ νόμου διαθέμενος οὕτως ἐξέπληξεν αὐτοὺς τοὺς εἰσφέροντας ὥστε μηδένʼ ἀντιλέγειν. ἐπεὶ δʼ αὖθις ἐπεχείρουν καὶ παρεσκευασμένοι προεκαλοῦντο τοὺς ὑπάτους ἐπὶ τὸν δῆμον, οὐδὲν ὑποδείσας ὁ Κικέρων, ἀλλὰ τὴν βουλὴν ἕπεσθαι κελεύσας καὶ προελθών, οὐ μόνον ἐξέβαλε τὸν νόμον, ἀλλὰ καὶ τῶν ἄλλων ἀπογνῶναι τοὺς δημάρχους ἐποίησε, παρὰ τοσοῦτον3 τῷ λόγῳ κρατηθέντας ὑπʼ αὐτοῦ.
于是在元老院中,他发表了一篇批驳该法案的演说,将法案的提出者本人震慑得无一人敢于抗辩。然而,当他们再次尝试,并在作好准备后挑衅执政官前往平民大会时,西塞罗毫不畏缩,反而命令元老院随行并走上前去;他不仅否决了该法令,更让保民官们对其余的企图彻底绝望,因为他们在辩才上被他完全击溃了。
- 12.2κυρίους ὄντας
前面的关系代名词 οἷς 是无人称动词 ἐφεῖτο 所支配的与格,但随后充当一连串不定词(πωλεῖν、κρίνειν 等)逻辑主语的分词 κυρίους ὄντας 采用了宾格,呈现出向宾格不定词结构的句法转换。属格词组 πάσης μὲν Ἰταλίας 等受 κυρίους 支配。
- 12.3ἐδόκει δὲ καὶ τὸν Κατιλίνα νεωτερισμὸν εἰδὼς οὐ δυσχεραίνειν
动词 ἐδόκει 此处为人称结构(personal construction),以承接上文的 Ἀντώνιος 为主语,而非无人称用法。因此分词 εἰδώς 也采用主格阳性单数与主语一致,全句意为“安东尼乌斯虽知晓喀提林的图谋,却似乎并不反感”。
- 12.5παρὰ τοσοῦτον
介词 παρά 与宾格中性代词 τοσοῦτον 构成表示程度的副词短语(意为“达到如此程度”、“如此彻底地”),用以修饰后文的分词 κρατηθέντας(被击溃),强调他们在辩才上被压倒的程度。
