- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:9.1-9.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过德摩斯梯尼即席反驳并折服听众的实例,作者指出他其实是在刻意效仿伯里克利的沉稳审慎,而古代记载亦证实,他实际口头发表的演说远比书面成文的作品更富激情与胆魄。
πόθεν οὖν, φαίη τις ἄν, ὁ Αἰσχίνης πρὸς τὴν ἐν τοῖς λόγοις τόλμαν θαυμασιώτατον ἀπεκάλει τὸν ἄνδρα; πῶς δὲ Πύθωνι τῷ Βυζαντίῳ θρασυνομένῳ καὶ ῥέοντι πολλῷ κατὰ τῶν Ἀθηναίων ἀναστὰς μόνος ἀντεῖπεν, ἢ Λαμάχου τοῦ Μυρναίου γεγραφότος ἐγκώμιον Ἀλεξάνδρου καὶ Φιλίππου τῶν βασιλέων, ἐν ᾧ πολλὰ Θηβαίους καὶ Ὀλυνθίους εἰρήκει κακῶς, καὶ ἀναγινώσκοντος Ὀλυμπίασι, παραστὰς καὶ διεξελθὼν μεθʼ ἱστορίας καὶ ἀποδείξεως ὅσα Θηβαίοις καὶ Χαλκιδεῦσιν ὑπάρχει καλὰ πρὸς τὴν Ἑλλάδα, καὶ πάλιν ὅσων αἴτιοι γεγόνασι κακῶν οἱ κολακεύοντες Μακεδόνας, οὕτως ἐπέστρεψε τοὺς παρόντας ὥστε δείσαντα τῷ θορύβῳ τὸν σοφιστὴν ὑπεκδῦναι τῆς πανηγύρεως;
那么,有人可能会问,埃斯基涅斯为何称此人在演说的胆略方面是最令人叹为观止的呢?当拜占庭的皮同气焰嚣张、滔滔不绝地抨击雅典人时,他又为何能独自挺身反唇相讥?或者,当密利那的拉马库斯写了一篇赞美亚历山大和腓力二王的颂词,并在其中大肆诋毁底比斯人和奥林图斯人,且在奥林匹亚当众朗读时,德摩斯梯尼为何能站在一旁,援引史实与明证详述底比斯人与卡尔基斯人为希腊立下的赫赫功业,并反述那些谄媚马其顿人者造成了何等深重的祸患,以此彻底扭转了在场众人的心意,以致那位智者被嘈杂的人声吓得溜出了盛会?
ἀλλʼ ἔοικεν ὁ ἀνὴρ τοῦ Περικλέους τὰ μέν ἄλλα μὴ πρὸς αὑτὸν ἡγήσασθαι, τὸ δὲ πλάσμα καὶ τὸν σχηματισμὸν αὐτοῦ καὶ τὸ μὴ ταχέως μηδὲ περὶ παντὸς ἐκ τοῦ παρισταμένου λέγειν, ὥσπερ ἐκ τούτων μεγάλου γεγονότος, ζηλῶν καὶ μιμούμενος, οὐ πάνυ προσίεσθαι τὴν ἐν τῷ καιρῷ δόξαν, οὐδʼ ἐπὶ τύχῃ πολλάκις ἑκὼν εἶναι1 ποιεῖσθαι τὴν δύναμιν.
然而看来,此人虽认为伯里克利的其余品质不合于自己,但他钦慕并效仿伯里克利的风度、举止以及不仓促发言、不就任何问题信口开河的作风(仿佛伯里克利正是因此而成就其伟大的),因而绝不愿去追求临场偶得的名声,也不愿常常自甘把自己的能力托付给侥幸。
ἐπεὶ τόλμαν γε καὶ θάρσος οἱ λεχθέντες ὑπʼ αὐτοῦ λόγοι τῶν γραφέντων μᾶλλον εἶχον, εἴ τι δεῖ πιστεύειν Ἐρατοσθένει καὶ Δημητρίῳ τῷ Φαληρεῖ καὶ τοῖς κωμικοῖς. ὧν Ἐρατοσθένης μέν φησὶν αὑτὸν2 ἐν τοῖς λόγοις πολλαχοῦ γεγονέναι παράβακχον, ὁ δὲ Φαληρεὺς τὸν ἔμμετρον ἐκεῖνον ὅρκον ὀμόσαι ποτὲ πρὸς τὸν δῆμον ὥσπερ ἐνθουσιῶντα "μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα."
其实,倘若厄拉托色尼、法勒鲁姆的德米特里乌斯以及喜剧诗人们的话有几分可信,德摩斯梯尼实际发表的演说,远比书面成文的更具胆识与气魄。其中厄拉托色尼说他在演说中屡屡如巴克科斯狂徒一般,而德米特里乌斯则说他有一次曾像神灵附体般向民众起下那句合乎音步的誓言: “指大地,指泉水,指江河,指流溪。”
τῶν δὲ κωμικῶν ὁ μέν τις αὑτὸν ἀποκαλεῖ ῥωποπερπερήθραν, ὁ δὲ παρασκώπτων ὡς χρώμενον τῷ ἀντιθέτῳ φησὶν οὕτως· "Α. ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης." ἐκτὸς εἰ μὴ3 νὴ Δία πρὸς τὸν ὑπὲρ Ἁλοννήσου λόγον ὁ Ἀντιφάνης καὶ τουτὶ πέπαιχεν, ἣν Ἀθηναίοις Δημοσθένης συνεβούλευε μὴ λαμβάνειν, ἀλλʼ ἀπολαμβάνειν παρὰ Φιλίππου.
至于喜剧诗人们,有的称他是“唠叨琐屑杂碎之徒”,有的则取笑他喜用对仗的手法,这样说道: “甲:他是怎么拿去的,就怎么领回去了。 乙:这词要是让德摩斯梯尼抓到,他准会爱不释手的。” 除非凭宙斯起誓,安提法奈斯讲这句俏皮话其实是针对那篇《论哈隆涅索斯》的演说,在其中德摩斯梯尼建议雅典人不要从腓力那里“接受”该岛,而要“收回”它。
- 9.3ἑκὼν εἶναι
不定式 εἶναι 作副词性限定的习语(限定性绝对不定式),多用于否定句或限制性语境中,意为“自愿地”、“有意地”。在此处修饰 οὐδʼ ἐπὶ τύχῃ ... ποιεῖσθαι,表示他绝非出于自愿而将自己的能力押在运气之上。
- 9.4ὧν Ἐρατοσθένης μέν φησὶν αὑτὸν
关系代词 ὧν 为部分属格,先行词是前文的埃拉托色尼、德米特里乌斯及喜剧诗人们。不定式的宾格主语 αὑτόν 虽为反身代词形式,但在语义上指代的不是主语埃拉托色尼,而是全篇的主人公德摩斯梯尼,属于间接反身用法(或作为第三人称代词 αὐτόν 的代用)。
- 9.5ἐκτὸς εἰ μὴ
由介词 ἐκτός 与条件连词 εἰ μή 构成的重叠否定习语,意为“除非”、“除……之外”。在此用于提出一种保留或例外情况,指出安提法奈斯的那句讽刺并非泛指其修辞风格,而可能是专门针对其演说《论哈隆涅索斯》所作的调侃。
