- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:8.1-8.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼将日常会话与他人的演说都化作反复推敲与修辞练习的素材;由于坚持不作无准备的即兴演说,他常被政客讥讽缺乏天赋、论据带着灯油味,但他坚称充分的准备才是对民众的真正尊重。
οὐ μὴν ἀλλὰ καὶ τάς πρὸς τοὺς ἐκτὸς ἐντεύξεις καὶ λόγους καὶ ἀσχολίας ὑποθέσεις ἐποιεῖτο καὶ ἀφορμὰς τοῦ φιλοπονεῖν. ἀπαλλαγεὶς γὰρ αὐτῶν τάχιστα κατέβαινεν εἰς τὸ μελετητήριον, καὶ διεξῄει τάς τε πράξεις ἐφεξῆς καὶ τοὺς ὑπὲρ αὐτῶν ἀπολογισμούς, ἔτι δὲ τοὺς λόγους οἷς παρέτυχε λεγομένοις,1 ἀναλαμβάνων εἰς ἑαυτὸν εἰς γνώμας ἀνῆγε καὶ περιόδους, ἐπανορθώσεις τε παντοδαπὰς καὶ μεταφράσεις ἐκαινοτόμει τῶν εἰρημένων ὑφʼ ἑτέρου πρὸς ἑαυτὸν ἢ ὑφʼ αὐτοῦ πάλιν πρὸς ἄλλον, ἐκ τούτου δόξαν εἶχεν ὡς οὐκ εὐφυὴς ὤν, ἀλλʼ ἐκ πόνου συγκειμένῃ δεινότητι καὶ δυνάμει χρώμενος.
不仅如此,他还将与外界之人的会面、交谈以及各种事务,作为自己勤奋用功的素材与契机。因为一旦摆脱了这些事务,他便立即下到练习室中,按顺序重演那些事情的经过以及为之辩护的言辞;此外,他把在自己出席时别人所发表的演说取回心中,提炼为格言和严整的句段,对于别人对他所说的话,或是他又对别人所说的话,创新出各色各样的订正与转述。因此,他留给人们的印象是:他并非天资聪颖,而是凭借由劳苦锤炼而成的技巧与能力。
ἐδόκει τε τούτου σημεῖον εἶναι μέγα τὸ μὴ ῥᾳδίως ἀκοῦσαί τινα Δημοσθένους ἐπὶ καιροῦ λέγοντος, ἀλλὰ καὶ καθήμενον ἐν ἐκκλησίᾳ πολλάκις τοῦ δήμου καλοῦντος ὀνομαστὶ μὴ παρελθεῖν,2 εἰ μὴ τύχοι πεφροντικὼς καὶ παρεσκευασμένος. εἰς τοῦτο δὲ ἄλλοι τε πολλοὶ τῶν δημαγωγῶν ἐχλεύαζον αὐτόν, καὶ Πυθέας ἐπισκώπτων ἐλλυχνίων ἔφησεν ὄζειν αὐτοῦ τὰ ἐνθυμήματα.3
被视为这一点的重大明证的是,没有人能轻易听到德摩斯梯尼临场即兴演讲;即便他坐在公民大会中,民众屡屡指名呼唤他,若非碰巧事先深思熟虑且有所准备,他绝不出场。为此,许多煽动民众的政客都嘲笑他,皮忒阿斯更是讥讽说他的论据闻起来有一股灯芯气味。
τοῦτον μὲν οὖν ἠμείψατο πικρῶς ὁ Δημοσθένης· οὐ ταὐτά γὰρ, εἶπεν, ἐμοὶ καὶ σοὶ, ὦ Πυθέα, ὁ λύχνος σύνοιδε. πρὸς δὲ τοὺς ἄλλους οὐ παντάπασιν ἦν ἔξαρνος, ἀλλʼ οὔτε γράψας οὔτʼ ἄγραφα κομιδῇ λέγειν ὡμολόγει. καὶ μέντοι δημοτικὸν ἀπέφαινεν ἄνδρα τὸν λέγειν μελετῶντα· θεραπείας γὰρ εἶναι τοῦτο δήμου παρασκευήν, τὸ δʼ ὅπως ἕξουσιν οἱ πολλοὶ πρὸς τὸν λόγον ἀφροντιστεῖν ὀλιγαρχικοῦ4 καὶ βίᾳ, μᾶλλον ἢ πειθοῖ προσέχοντος.
于是德摩斯梯尼辛辣地反驳他说: “因为,皮忒阿斯啊, 他说, 油灯在我与你身上所见证的事物可不是同一回事。” 然而面对其他人,他并不全然否认,而是承认自己既非全写好才讲,但也绝非完全不拟草稿。更有甚者,他指出下功夫钻研演说的人才具有平民精神;因为这种准备是对民众的一种尊重与侍奉,而毫不在意大众对演说作何感想,则是寡头派的特征,表明此人倚仗暴力甚于说服。
τῆς δὲ πρὸς καιρὸν ἀτολμίας αὐτοῦ καὶ τοῦτο ποιοῦνται σημεῖον, ὅτι Δημάδης μὲν ἐκείνῳ θορυβηθέντι πολλάκις ἀναστὰς ἐκ προχείρου συνεῖπεν, ἐκεῖνος δʼ οὐδέποτε Δημάδῃ.
对于他缺乏临场勇气的证据,人们还提出了这样一件事:当他遭到群众喧闹起哄时,德马得斯常常站起来当场即席发言支持他,而他却从未为德马得斯做过同样的事。
- 8.2οἷς παρέτυχε λεγομένοις
关系代词 οἷς 因动词 παρέτυχε 的搭配而呈与格,并与分词 λεγομένοις 一致,其先行词为 τοὺς λόγους,意为“他恰好在场听闻被发表的(演说)”。
- 8.3τὸ μὴ ῥᾳδίως ἀκοῦσαί τινα Δημοσθένους ἐπὶ καιροῦ λέγοντος, ἀλλὰ καὶ καθήμενον ἐν ἐκκλησίᾳ πολλάκις τοῦ δήμου καλοῦντος ὀνομαστὶ μὴ παρελθεῖν
中性单数冠词 τό 将两个带宾格的不定式短语(μὴ ... ἀκοῦσαί τινα 与 καθήμενον ... μὴ παρελθεῖν)名词化,作为 σημεῖον εἶναι 的主语。在后一短语中,宾格分词 καθήμενον 指德摩斯梯尼,作不定式 παρελθεῖν 的逻辑主语。
- 8.3ἐλλυχνίων ἔφησεν ὄζειν αὐτοῦ τὰ ἐνθυμήματα
动词 ὄζειν 支配表示气味源头的属格(ἐλλυχνίων),意为“他的论据闻起来有一股灯芯味”,讥笑他夜间点灯苦熬、缺乏自然才气。
- 8.4τὸ δʼ ὅπως ἕξουσιν οἱ πολλοὶ πρὸς τὸν λόγον ἀφροντιστεῖν ὀλιγαρχικοῦ
冠词加不定式短语 τὸ ... ἀφροντιστεῖν(“不关心……”)作主语,谓语为特征属格 ὀλιγαρχικοῦ [εἶναι](“是寡头派分子的特征”)。间接问句 ὅπως ἕξουσιν ... 作 ἀφροντιστεῖν 的宾语。
