- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:10.1-10.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过同时代人与后世哲学家的评论,叙述了德玛得斯依凭天资即席发挥的优越性,以及福基翁简练有力的言论对德摩斯梯尼所构成的威慑。
πλὴν τόν γε Δημάδην πάντες ὡμολόγουν τῇ φύσει χρώμενον ἀνίκητον εἶναι, καὶ παραφέρειν αὐτοσχεδιάζοντα τὰς τοῦ Δημοσθένους σκέψεις καὶ παρασκευάς. ἀρίστων δʼ ὁ Χῖος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων, ἐρωτηθέντα γὰρ ὁποῖος τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν·1 ἄξιος τῆς πόλεως· ὁποῖος δέ Δημάδης, ὑπὲρ τὴν πόλιν.
然而,众人都公认德玛得斯凭借其天资是不可战胜的,他即席发挥便能盖过德摩斯梯尼的沉思与筹备。希俄斯的阿里斯同还记述了泰奥弗拉斯托斯关于这些演说家的一则评价;盖有人问他德摩斯梯尼在他看来是个怎样的演说家时,他回答道: “配得上这座城邦;”而当问及德玛得斯如何时,他答道: “凌驾于城邦之上。”
ὁ δʼ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τόν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν. καὶ μέντοι καὶ τόν Δημοσθένην φασὶν αὐτόν, ὁσάκις ἂν ἀντερῶν αὐτῷ Φωκίων ἀναβαίνοι,2 λέγειν πρὸς τοὺς συνήθεις· ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται.
这位哲学家还记述道,当时在雅典从政者之一斯菲托斯的波吕欧克托斯曾宣称,最伟大的演说家是德摩斯梯尼,但言辞最有力者则是福基翁;因为他能在极简短的词句中传达出极其丰富的内涵。甚至据说德摩斯梯尼本人每逢福基翁登台要同他辩驳时,也会对左右友人说: “砍削我词句的利刃站起来了。”
τοῦτο μὲν οὖν ἄδηλον εἴτε πρὸς τόν λόγον τοῦ ἀνδρὸς ὁ Δημοσθένης εἴτε πρὸς τόν βίον καὶ τὴν δόξαν ἐπεπόνθει, πολλῶν πάνυ καὶ μακρῶν περιόδων ἓν ῥῆμα καὶ νεῦμα πίστιν ἔχοντος ἀνθρώπου κυριώτερον ἡγούμενος.3
至于德摩斯梯尼产生这种感觉,究竟是由于此人的演说,还是由于他的生平品行与声望,这就不得而知了;盖德摩斯梯尼认为,一位享有信誉之士的一句话或一个示意,其决断力远胜过诸多冗长的圆周句。
- 10.1ἐρωτηθέντα γὰρ ὁποῖος τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν·
承接前文动词 ἱστόρηκε 的间接引语结构,宾格分词 ἐρωτηθέντα 作不定式 εἰπεῖν 的逻辑主语(指泰奥弗拉斯托斯),该分词在此表时间(“当被问及……时”)。
- 10.2ὁσάκις ἂν ἀντερῶν αὐτῷ Φωκίων ἀναβαίνοι
表示过去反复发生行为的时间从句。古典阿提卡散文中表示过去反复的从句通常不用 ἄν 而直接接祈愿式,但在后古典希腊语中,ἄν 搭配祈愿式的用法屡见不鲜。将来分词 ἀντερῶν 表目的(“为了反驳他”)。
- 10.3πολλῶν πάνυ καὶ μακρῶν περιόδων ἓν ῥῆμα καὶ νεῦμα πίστιν ἔχοντος ἀνθρώπου κυριώτερον ἡγούμενος.
由比较级 κυριώτερον 所支配的比较属格 πολλῶν πάνυ καὶ μακρῶν περιόδων 被倒装置于句首以示强调。该结构省略了不定式 εἶναι,作主语的宾格为 ἓν ῥῆμα καὶ νεῦμα,宾格补足语为 κυριώτερον;属格 πίστιν ἔχοντος ἀνθρώπου 修饰 ῥῆμα καὶ νεῦμα(意为“享有信誉之人的言语和示意”)。
