- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:7.1-7.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼在民众大会再次受挫后,得到演员萨提罗斯的点拨而领会演说表演之重要,遂建造地下密室并剃去半边头发,闭门苦练发声与举止。
πάλιν δέ ποτέ φασιν ἐκπεσόντος αὐτοῦ καὶ ἀπιόντος οἴκαδε συγκεχυμένου καὶ βαρέως φέροντος ἐπακολουθῆσαι Σάτυρον τὸν ὑποκριτὴν ἐπιτήδειον ὄντα καὶ συνελθεῖν. ὀδυρομένου δὲ τοῦ Δημοσθένους πρὸς αὐτόν ὅτι πάντων φιλοπονώτατος ὢν τῶν λεγόντων καὶ μικροῦ δέων1 καταναλωκέναι τὴν τοῦ σώματος ἀκμὴν εἰς τοῦτο χάριν οὐκ ἔχει πρὸς τὸν δῆμον, ἀλλὰ κραιπαλῶντες ἄνθρωποι ναῦται καὶ ἀμαθεῖς ἀκούονται καὶ κατέχουσι τὸ βῆμα, παρορᾶται δʼ αὐτός, ἀληθῆ λέγεις, ὦ Δημόσθενες, φάναι τὸν Σάτυρον, ἀλλʼ ἐγὼ τὸ αἴτιον ἰάσομαι ταχέως, ἄν μοι τῶν Εὐριπίδου τινὰ ῥήσεων ἢ Σοφοκλέους ἐθελήσῃς εἰπεῖν ἀπὸ στόματος. εἰπόντος δὲ τοῦ Δημοσθένους μεταλαβόντα τὸν Σάτυρον οὕτω πλάσαι καὶ διεξελθεῖν ἐν ἤθει πρέποντι καὶ διαθέσει τὴν αὐτὴν ῥῆσιν ὥσθʼ ὅλως ἑτέραν τῷ Δημοσθένει φανῆναι. πεισθέντα δʼ ὅσον ἐκ τῆς ὑποκρίσεως τῷ λόγῳ κόσμου καὶ χάριτος πρόσεστι, μικρὸν ἡγήσασθαι καὶ τὸ μηδὲν εἶναι τὴν ἄσκησιν ἀμελοῦντι2 τῆς προφορᾶς καὶ διαθέσεως τῶν λεγομένων.
据说又有一次,当他再次遭到民众喝斥,沮丧而悲痛地回家时,他的密友、演员萨提罗斯跟了上来并与他走在一起。德摩斯梯尼向他哀叹道:自己虽然在所有的演说者中最是勤勉用功,并且几乎为此耗尽了身体的青春盛气,却依然得不到民众的青睐;反倒是那些酗酒的水手和无知之辈受到倾听并占据着讲坛,而他自己却备受冷落。“德摩斯梯尼,你说的句句属实,”萨提罗斯说道,“不过,只要你愿意凭记忆为我背诵欧里庇得斯或索福克勒斯的某段戏剧独白,我很快就能治愈这个病因。” 德摩斯梯尼背诵之后,萨提罗斯接了过来,以恰当的性情风貌与声调神态重新摹拟并朗诵了同一段台词,以致在德摩斯梯尼看来这台词宛如换成了另一篇。他深信表演技巧能为言辞增添何等巨大的光彩与风韵,便认为若是忽视口头吐字及言辞的神态表现,那么所谓的演说训练就微不足道、等同于零。
ἐκ τούτου κατάγειον μὲν οἰκοδομῆσαι μελετητήριον, ὃ δὴ διεσῴζετο καὶ καθʼ ἡμᾶς, ἐνταῦθα δὲ πάντως μὲν ἑκάστης ἡμέρας κατιόντα πλάττειν τὴν ὑπόκρισιν καὶ διαπονεῖν τὴν φωνήν, πολλάκις δὲ καὶ μῆνας ἑξῆς δύο καὶ τρεῖς συνάπτειν, ξυρούμενον τῆς κεφαλῆς θάτερον μέρος ὑπὲρ τοῦ μηδὲ βουλομένῳ πάνυ προελθεῖν ἐνδέχεσθαι διʼ αἰσχύνην.3
自此之后,他建造了一间地下练习室(这间密室直到我们这个时代尚完好保存着),每天必定下到那里去锤炼自己的表演举止、磨炼自己的嗓音;他常常连续在里面呆上两三个月,把半边脑袋的头发剃光,以便哪怕自己极想出门,也因羞耻而无法成行。
- 7.1μικροῦ δέων
由表示限度的属格 μικροῦ 与分词 δέων 构成的习惯用法,相当于“几乎”、“差一点就”。此处接带完成时不定式 καταναλωκέναι,表示德摩斯梯尼几乎耗尽了身体的青春与力量。
- 7.2ἀμελοῦντι
现在分词与格,在不定式短语 μικρὸν ἡγήσασθαι καὶ τὸ μηδὲν εἶναι τὴν ἄσκησιν 中充当涉及与格(dative of reference),表明训练对谁而言微不足道:“对于忽视所讲内容的吐字与神态表现的人来说”。
- 7.3ὑπὲρ τοῦ μηδὲ βουλομένῳ πάνυ προελθεῖν ἐνδέχεσθαι διʼ αἰσχύνην
由介词 ὑπέρ 搭配冠词属格 τοῦ 和非人称动词不定式 ἐνδέχεσθαι(可能)构成的目的表达。与格分词 βουλομένῳ 是非人称用法所要求的与格(“即使对他十分想出门而言”),同时也充当下属不定式 προελθεῖν 的逻辑主语。
