- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:6.1-6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼成年后就遗产问题起诉监护人并由此磨炼了演说术,进而投身政坛;但初登民众大会时因声音与风格上的缺陷而遭到嘲弄,后在沮丧漫游中受到老人尤诺墨斯的训诫与激励。
ὡς γοῦν ἐν ἡλικίᾳ γενόμενος τοῖς ἐπιτρόποις ἤρξατο δικάζεσθαι καὶ λογογραφεῖν ἐπʼ αὐτούς πολλὰς διαδύσεις καὶ παλινδικίας εὑρίσκοντας, ἐγγυμνασάμενος, κατὰ τὸν Θουκυδίδην, ταῖς μελέταις οὐκ ἀκινδύνως οὐδʼ ἀργῶς, κατευτυχήσας1 ἐκπρᾶξαι μὲν οὐδὲ πολλοστὸν ἠδυνήθη μέρος τῶν πατρῴων, τόλμαν δὲ πρὸς τὸ λέγειν καὶ συνήθειαν ἱκανὴν λαβών καὶ γευσάμενος τῆς περὶ τοὺς ἀγῶνας φιλοτιμίας καὶ δυνάμεως ἐπεχείρησεν εἰς μέσον παριέναι καὶ τὰ κοινὰ πράττειν.
总之,当他成年之后,便开始向监护人们提起诉讼,并撰写控告他们的诉状;而监护人们则想出了诸多推诿和重新受审的手段。他如修昔底德所言,既非不冒危险、亦非怠惰偷闲地通过练习磨砺了自己;虽然他胜诉了,却连父亲遗产的微小部分也没能追讨回来。然而,他由此获得了演说的胆量和充分的实践经验,并尝到了与法庭论辩相关的功名欲和言辞之力的滋味,遂尝试走向公众之中,投身城邦政务。
καὶ καθάπερ Λαομέδοντα τὸν Ὀρχομένιον λέγουσι καχεξίαν τινὰ σπληνὸς ἀμυνόμενον δρόμοις μακροῖς χρῆσθαι τῶν ἰατρῶν κελευσάντων, εἶθʼ οὕτως διαπονήσαντα τὴν ἕξιν ἐπιθέσθαι τοῖς στεφανίταις ἀγῶσι καὶ τῶν ἄκρων γενέσθαι δολιχοδρόμων, οὕτως τῷ Δημοσθένει συνέβη τὸ πρῶτον ἐπανορθώσεως ἕνεκα τῶν ἰδίων ἀποδύντι πρὸς τὸ λέγειν, ἐκ τούτου κτησαμένῳ δεινότητα καὶ δύναμιν ἐν τοῖς πολιτικοῖς ἤδη καθάπερ στεφανίταις ἀγῶσι πρωτεύειν2 τῶν ἀπὸ τοῦ βήματος ἀγωνιζομένων πολιτῶν.
正如人们谈及奥尔霍梅诺斯的劳墨冬那样:他为了抵御脾脏的某种疾患,遵照医嘱进行长跑,并以此锻炼了体魄,随后便参加桂冠竞技,成了顶尖的长跑运动员;德摩斯梯尼也是如此:起初他投身演说只是为了挽回私利,但由此获得了高超的技艺和力量,以致如今在政治这一犹如桂冠竞技的赛场上,他在自讲坛展开争辩的公民中名列前茅。
καίτοι τό γε πρῶτον ἐντυγχάνων τῷ δήμῳ θορύβοις περιέπιπτε καὶ κατεγελᾶτο διʼ ἀήθειαν, τοῦ λόγου συγκεχύσθαι ταῖς περιόδοις καὶ βεβασανίσθαι τοῖς ἐνθυμήμασι πικρῶς ἄγαν καὶ κατακόρως δοκοῦντος. ἦν δέ τις, ὡς ἔοικε, καὶ φωνῆς ἀσθένεια καὶ γλώττης ἀσάφεια καὶ πνεύματος κολοβότης ἐπιταράττουσα τὸν νοῦν τῶν λεγομένων τῷ διασπᾶσθαι τὰς περιόδους.3
然而,起初他在面对民众时,由于缺乏经验而遭遇骚乱并遭到嘲弄,因为他的演说被认为句式错综混乱,推论则雕琢得过于生硬尖刻,且过分得令人厌烦。此外,似乎他的声音也有些孱弱,吐字含混,气息短促,由于长句被扯得支离破碎,从而使所讲内容的意旨陷入混乱。
τέλος δʼ ἀποστάντα τοῦ δήμου καὶ ῥεμβόμενον ἐν Πειραιεῖ διʼ ἀθυμίαν Εὔνομος ὁ Θριάσιος ἤδη πάνυ γέρων θεασάμενος ἐπετίμησεν, ὅτι τὸν λόγον ἔχων ὁμοιότατον τῷ Περικλέους προδίδωσιν ὑπʼ ἀτολμίας καὶ μαλακίας ἑαυτόν, οὔτε τοὺς ὄχλους ὑφιστάμενος εὐθαρσῶς, οὔτε τό σῶμα πρὸς τοὺς ἀγῶνας ἐξαρτυόμενος, ἀλλὰ τρυφῇ περιορῶν μαραινόμενον.
最终,他退出了民众大会,因沮丧而在比雷埃夫斯漫无目的地游荡;此时特里亚的尤诺墨斯——一位已极高龄的老人——看见了他并训诫道:他拥有极似伯里克利的言辞风格,却因胆怯和软弱而辜负了自己;他既不能英勇地顶住群众的压力,也不为了争辩而锻炼身体,反而任凭其在安逸享乐中萎靡不振。
- 6.1κατευτυχήσας
让步分词,修饰主句动词 ἠδυνήθη 的主语,意为“尽管(在诉讼中)获得了胜利/幸运地成功”。与随后的 ἐκπρᾶξαι μὲν οὐδὲ πολλοστὸν ἠδυνήθη μέρος τῶν πατρῴων(未能追讨回遗产的哪怕微小部分)在语义上形成转折对照。
- 6.2τῷ Δημοσθένει συνέβη τὸ πρῶτον ἐπανορθώσεως ἕνεκα τῶν ἰδίων ἀποδύντι πρὸς τὸ λέγειν, ἐκ τούτου κτησαμένῳ δεινότητα καὶ δύναμιν ἐν τοῖς πολιτικοῖς ἤδη καθάπερ στεφανίταις ἀγῶσι πρωτεύειν
非人称动词 συνέβη 的句式结构。与格补足语 τῷ Δημοσθένει 由位置相隔较远的两个过去时分词 ἀποδύντι(投身)和 κτησαμένῳ(获得)修饰,句子的实际主语/结果由不定词 πρωτεύειν(名列前茅)充当。句式主干为“对于投身……并获得……的德摩斯梯尼而言,发生了他……名列前茅这件事”。
- 6.3τῷ διασπᾶσθαι τὰς περιόδους
带冠词的与格不定词短语,用作修饰分词 ἐπιταράττουσα 的原因/方式状语,意为“由于周期长句被扯裂中断”。宾格词 τὰς περιόδους 是被动不定词 διασπᾶσθαι 的逻辑主语。
