← 普鲁塔克

德摩斯梯尼传

§5.1-5.5

旁听卡利斯特拉托斯辩论与师从伊萨埃奥斯

德摩斯梯尼因暗中旁听了卡利斯特拉托斯的法庭辩论而感悟演说的巨大力量,从此立志投身演说术并拜伊萨埃奥斯为师。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

τῆς δὲ πρὸς τοὺς λόγους ὁρμῆς ἀρχὴν αὐτῷ φασι τοιαύτην γενέσθαι. Καλλιστράτου τοῦ ῥήτορος ἀγωνίζεσθαι τὴν περὶ Ὠρωποῦ κρίσιν ἐν τῷ δικαστηρίῳ μέλλοντος1 ἦν προσδοκία τῆς δίκης μεγάλη διά τε τὴν τοῦ ῥήτορος δύναμιν, ἀνθοῦντος τότε μάλιστα τῇ δόξῃ, καί διά τὴν πρᾶξιν οὖσαν περιβόητον.

据说,他走向演说术的契机是这样的。演说家卡利斯特拉托斯即将就奥罗波斯之案在法庭上进行申辩时,人们对这场审判的期望甚高,这既是因为该演说家的非凡能力——他当时声誉正处极盛——也是因为该案本身已家喻户晓。

§5.2

ἀκούσας οὖν ὁ Δημοσθένης τῶν διδασκάλων καί τῶν παιδαγωγῶν συντιθεμένων τῇ δίκῃ παρατυχεῖν, ἔπεισε τὸν ἑαυτοῦ παιδαγωγὸν δεόμενος καί προθυμούμενος ὅπως αὑτὸν ἀγάγοι πρὸς τὴν ἀκρόασιν. ὁ δʼ ἔχων πρὸς τοὺς ἀνοίγοντας τὰ δικαστήρια δημοσίους συνήθειαν, εὐπόρησε χώρας ἐν ᾗ καθήμενος ὁ παῖς ἀδήλως ἀκούσεται τῶν λεγομένων.2

于是德摩斯梯尼听闻家庭教师和侍童仆役们约定一同前去旁听此案,便恳求并热切促请自己的仆役,说服对方带自己去听讲。而该仆役与掌管开启法庭大门的差役素有交情,便谋得了一个座位,使少年可以坐在那里而不引人注意地听取发言。

§5.3

εὐημερήσαντος δὲ τοῦ Καλλιστράτου καί θαυμασθέντος ὑπερφυῶς, ἐκείνου μὲν ἐζήλωσε τὴν δόξαν, ὁρῶν προπεμπόμενον ὑπὸ τῶν πολλῶν καί μακαριζόμενον, τοῦ δὲ λόγου μᾶλλον ἐθαύμασε καί κατενόησε τὴν ἰσχὺν ὡς πάντα χειροῦσθαι καί τιθασεύειν πεφυκότος.3 ὅθεν ἐάσας τὰ λοιπὰ μαθήματα καί τὰς παιδικὰς διατριβάς, αὐτὸς αὑτὸν ἤσκει καί διεπόνει ταῖς μελέταις, ὡς ἂν τῶν λεγόντων ἐσόμενος καί αὐτός.

在卡利斯特拉托斯大获全胜并赢得非同寻常的赞赏之后,德摩斯梯尼看到他被众人簇拥护送并备受祝贺,虽艳羡其声名,却更加赞叹并领悟到演说的力量,因它天生具有降服并驯化万物的本性。自此,他放弃了其余的学业和童年的消遣,通过演练刻苦自励,意欲使自己也成为演说家之一。

§5.4

ἐχρήσατο δὲ Ἰσαίῳ πρὸς τὸν λόγον ὑφηγητῇ,4 καίπερ Ἰσοκράτους τότε σχολάζοντος, εἴτε, ὥς τινες λέγουσι, τὸν ὡρισμένον μισθὸν Ἰσοκράτει τελέσαι μὴ δυνάμενος, τὰς δέκα μνᾶς, διὰ τὴν ὀρφανίαν, εἴτε μᾶλλον τοῦ Ἰσαίου τὸν λόγον ὡς δραστήριον καί πανοῦργον ἐπὶ τὴν χρείαν ἀποδεχόμενος.

他聘请伊萨埃奥斯作为演说的指导者,尽管当时伊索克拉底正在授徒开馆;这或者是如某些人所说,由于孤苦无依的境遇使他无力向伊索克拉底支付规定的十明那酬金,或者更是因为他看中伊萨埃奥斯的言辞在应对实际需要上既切实有力又精巧老练。

§5.5

Ἕρμιππος δέ φησιν ἀδεσπότοις ὑπομνήμασιν ἐντυχεῖν ἐν οἷς ἐγέγραπτο τὸν Δημοσθένην συνεσχολακέναι Πλάτωνι καί πλεῖστον εἰς τοὺς λόγους ὠφελῆσθαι, Κτησιβίου δὲ μέμνηται λέγοντος5 παρὰ Καλλίου τοῦ Συρακουσίου καί τινων ἄλλων τὰς Ἰσοκράτους τέχνας καί τὰς Ἀλκιδάμαντος κρύφα λαβόντα τὸν Δημοσθένην καταμαθεῖν.

然而赫尔米波斯称,他曾读到过无主的备忘录,其中记载德摩斯梯尼曾随柏拉图一同研习,并在演说术上获益匪浅;他还提到克特西比奥斯的说法,即德摩斯梯尼从锡拉库萨的卡利亚斯及其他某些人那里暗中获取了伊索克拉底和阿尔基达马斯的讲义并加以通晓掌握。

语法注5 条
  1. 5.1Καλλιστράτου τοῦ ῥήτορος ἀγωνίζεσθαι τὴν περὶ Ὠρωποῦ κρίσιν ἐν τῷ δικαστηρίῳ μέλλοντος

    独立属格结构,以 Καλλιστράτου... μέλλοντος 为核心,不定式 ἀγωνίζεσθαι 作 μέλλοντος 的补足语。ἀγωνίζεσθαι κρίσιν 为同源/内在宾格,意为“进行诉讼/申辩”。

  2. 5.2ἐν ᾗ καθήμενος ὁ παῖς ἀδήλως ἀκούσεται τῶν λεγομένων

    由关系代词 ᾗ 引导的关系从句中使用了将来时直陈语气动词 ἀκούσεται。这是一种带有目的倾向的用法(“一个能够让少年……的地方”),表达当时视角下的意图与预期结果。

  3. 5.3ὡς πάντα χειροῦσθαι καί τιθασεύειν πεφυκότος

    此处 ὡς 与完成时属格分词 πεφυκότος 连用,表示德摩斯梯尼对言辞(τοῦ λόγου)力量本质的主观认识:“认为它天生具有降服并驯服万物的本性”。属格形式与 τοῦ λόγου 一致。

  4. 5.4ἐχρήσατο δὲ Ἰσαίῳ πρὸς τὸν λόγον ὑφηγητῇ

    动词 ἐχρήσατο 支配与格补足语 Ἰσαίῳ,而 ὑφηγητῇ 则作为述语性与格使用(“以伊萨埃奥斯为师/作为指导者”)。πρὸς τὸν λόγον 是限定性介词短语,意为“在演说方面”。

  5. 5.5Κτησιβίου δὲ μέμνηται λέγοντος

    动词 μέμνηται 支配属格人物名词(Κτησιβίου)及属格补充从属分词(λέγοντος),意为“提及克特西比奥斯曾说……”。分词 λέγοντος 随后引出接下来的带不定式宾格结构(τὸν Δημοσθένην... καταμαθεῖν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:5.1-5.5