- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:4.1-4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了德摩斯梯尼父亲的出身与家业、其母世系所受的指控,随后讲述其幼年因监护人侵吞财产与自身孱弱而未能受全教育的经历,以及“巴塔洛斯”与“阿尔加斯”绰号的渊源。
Δημοσθένης ὁ πατὴρ Δημοσθένους ἦν μὲν τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν, ὡς ἱστορεῖ Θεόπομπος, ἐπεκαλεῖτο δὲ μαχαιροποιός ἐργαστήριον ἔχων μέγα καὶ δούλους τεχνίτας τοὺς τοῦτο πράττοντας, ἃ δʼ Αἰσχίνης ὁ ῥήτωρ εἴρηκε περὶ τῆς μητρός,1 ὡς ἐκ Γύλωνός τινος ἐπʼ αἰτίᾳ προδοσίας φεύγοντος ἐξ ἄστεος γεγόνοι καὶ βαρβάρου γυναικός, οὐκ ἔχομεν εἰπεῖν εἴτʼ ἀληθῶς εἴρηκεν εἴτε βλασφημῶν καὶ καταψευδόμενος.
德摩斯梯尼的父亲德摩斯梯尼属于名流善士阶层,正如泰奥庞波斯所记载的;但他被称为“刀匠”,因为他拥有一所规模巨大的工坊和从事这一行业的奴隶工匠。至于演说家埃斯基涅斯谈及其母亲的话——说她是因叛国罪被驱逐出城的某位吉隆与一名蛮族女子所生——我们无法判定他所言是实情,抑或是出于毁谤和捏造。
ἀπολειφθεὶς δʼ ὁ Δημοσθένης ὑπὸ τοῦ πατρὸς ἑπταέτης ἐν εὐπορίᾳ μικρὸν γὰρ ἀπέλιπεν ἡ σύμπασα τίμησις αὐτοῦ τῆς οὐσίας πεντεκαίδεκα ταλάντων2 ὑπὸ τῶν ἐπιτρόπων ἠδικήθη, τὰ μὲν νοσφισαμένων, τὰ δʼ ἀμελησάντων, ὥστε καὶ τῶν διδασκάλων αὐτοῦ τὸν μισθὸν ἀποστερῆσαι.
德摩斯梯尼在七岁丧父之时本处于富足的境地——他的全部家产估值只略微少于十五塔兰同——却遭到监护人们的侵害,他们侵吞了一部分财产,荒废了另一部分,以至于连他家庭教师的酬劳都被剥夺了。
διά τε δὴ τοῦτο τῶν ἐμμελῶν καὶ προσηκόντων ἐλευθέρῳ παιδὶ μαθημάτων ἀπαίδευτος δοκεῖ γενέσθαι καὶ διά τὴν τοῦ σώματος ἀσθένειαν καὶ θρύψιν, οὐ προϊεμένης τοῖς πόνοις τῆς μητρὸς αὐτὸν, οὐδὲ προσβιαζομένων τῶν παιδαγωγῶν. ἦν γὰρ ἐξ ἀρχῆς κάτισχνος καὶ νοσώδης, καὶ τὴν λοιδορουμένην ἐπωνυμίαν, τὸν Βάταλον, εἰς τὸ σῶμα λέγεται σκωπτόμενος ὑπὸ τῶν παίδων λαβεῖν.
正是由于这一缘故,以及由于身体的孱弱与娇气,他似乎未能接受适合自由人子弟的合度而体面的学业教育,因为他的母亲不愿让他承受劳苦,侍童仆役们也不曾强加管束。他从起初就极其枯瘦且多病,据说“巴塔洛斯”这一受人讥诮的别名,就是由于身体的缘故遭少年们戏谑而得来的。
ἦν δὲ ὁ Βάταλος, ὡς μὲν ἔνιοί φασιν, αὐλητὴς τῶν κατεαγότων, καὶ δραμάτιον εἰς τοῦτο κωμῳδῶν αὐτὸν Ἀντιφάνης πεποίηκεν. ἔνιοί δέ τινες ὡς ποιητοῦ τρυφερὰ καὶ παροίνια γράφοντος τοῦ Βατάλου μέμνηνται. δοκεῖ δὲ καὶ τῶν οὐκ εὐπρεπῶν τι λεχθῆναι τοῦ σώματος μορίων3 παρὰ τοῖς Ἀττικοῖς τότε καλεῖσθαι βάταλος.
据某些人说,巴塔洛斯是一名属于软弱无力之流的笛手,安提法奈斯曾写过一部短剧就此嘲讽他。另外一些人则提及巴塔洛斯是一位撰写靡靡之音与饮宴诗篇的诗人。此外,在当时的阿提卡人之中,人体某个羞于启齿的部位似乎也被称为“巴塔洛斯”。
ὁ δʼ Ἀργᾶς καὶ τοῦτο γάρ φασι τῷ Δημοσθένει γενέσθαι παρώνυμον ἢ πρὸς τὸν τρόπον, ὡς θηριώδη καὶ πικρὸν ἐτέθη·4 τὸν γὰρ ὄφιν ἔνιοι τῶν ποιητῶν ἀργᾶν ὀνομάζουσιν ἢ πρὸς τὸν λόγον, ὡς ἀνιῶντα τοὺς ἀκροωμένους· καὶ γὰρ Ἀργᾶς τοὔνομα ποιητὴς ἦν νόμων πονηρῶν καὶ ἀργαλέων. καὶ ταῦτα μὲν ταύτῃ.
至于“阿尔加斯”——人们说这也是德摩斯梯尼的一个绰号——它的由来源自他的性情(因其凶狠刻薄),因为某些诗人称蛇为“阿尔加斯”;抑或是源自他的辞锋(因其令听众苦恼不堪),因为确实有一位名叫阿尔加斯的诗人作有拙劣而刺耳的曲调。关于这些事,暂且论述至此。
- 4.1ἃ δʼ Αἰσχίνης ὁ ῥήτωρ εἴρηκε περὶ τῆς μητρός
由关系代名词 ἃ 引导的从句通过先取法(prolepsis)置于句首,作为后文主句(οὐκ ἔχομεν εἰπεῖν...)关注的主题。紧随其后的 ὡς 从句带有间接引语希求法(γεγόνοι),表达埃斯基涅斯的说辞内容,整体构成“至于埃斯基涅斯谈及其母之事……我们无法断言”的句式。
- 4.2μικρὸν γὰρ ἀπέλιπεν ἡ σύμπασα τίμησις αὐτοῦ τῆς οὐσίας πεντεκαίδεκα ταλάντων
动词 ἀπολείπω 搭配表示分离或比较的属格 πεντεκαίδεκα ταλάντων,并与作副词性内宾语的对格 μικρόν 连用,构成惯用表达,意为“他的全部财产估值距十五塔兰同只差少许”(即几乎达到十五塔兰同)。
- 4.4τῶν οὐκ εὐπρεπῶν τι λεχθῆναι τοῦ σώματος μορίων
不定词 λεχθῆναι 作说明限定用途,限定形容词 οὐκ εὐπρεπῶν(“说出来不体面的”)。整套结构作为部分属格依附于不定代词 τι(“人体不便明言的部位之一”)。
- 4.5ὁ δʼ Ἀργᾶς καὶ τοῦτο γάρ φασι τῷ Δημοσθένει γενέσθαι παρώνυμον ἢ πρὸς τὸν τρόπον, ὡς θηριώδη καὶ πικρὸν ἐτέθη
在主语 ὁ δʼ Ἀργᾶς 与谓语动词 ἐτέθη(“被冠以/命名”)之间,插入了解释性的括号句(καὶ τοῦτο γάρ φασι...)以及表示二选一的介词短语(ἢ πρὸς τὸν τρόπον...),形成了语序隔离(hyperbaton)。句子的核心骨架为:“阿尔加斯这一名字,或是因其性情而被赋予……或是因其言辞”。
