- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:3.1-3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在《比较列传》第五卷论及德摩斯梯尼与西塞罗时,申明将着眼于二人的政治行事与天性气度而非修辞文采的高下,概述了两者在天资与际遇上的惊人相似,并决定按惯例先行记述更为年长的德摩斯梯尼。
διὸ καὶ γράφοντες ἐν τῷ βιβλίῳ τούτῳ, τῶν παραλλήλων βίων ὄντι πέμπτῳ, περὶ Δημοσθένους καὶ Κικέρωνος, ἀπὸ τῶν πράξεων καὶ τῶν πολιτειῶν τὰς φύσεις αὐτῶν καὶ τὰς διαθέσεις πρὸς ἀλλήλας ἐπισκεψόμεθα, τὸ δὲ τοὺς λόγους ἀντεξετάζειν καὶ ἀποφαίνεσθαι πότερος ἡδίων ἢ δεινότερος εἰπεῖν, ἐάσομεν.1
因此,我们在这部属于《比较列传》第五卷的著述中论及德摩斯梯尼与西塞罗时,将从二人的行事与治邦功业来相互对照地考察他们的天性与心性,而将对比审视其演辞、判定二人之中孰者更为动人或更为善辩一事搁置不论。
κακὴ γὰρ, ὥς φησιν ὁ Ἴων, ἡ δελφῖνος ἐν χέρσῳ βία, ἣν ὁ περιττὸς ἐν ἅπασι Κεκίλιος ἀγνοήσας ἐνεανιεύσατο σύγκρισιν τοῦ Δημοσθένους καὶ Κικέρωνος ἐξενεγκεῖν. ἀλλὰ γὰρ ἴσως, εἰ παντὸς ἦν τὸ γνῶθι σαυτὸν ἔχειν πρόχειρον,2 οὐκ ἂν ἐδόκει πρόσταγμα θεῖον εἶναι. Δημοσθένην γὰρ καὶ Κικέρωνα τὸν αὐτὸν ἔοικε πλάττων ἀπʼ ἀρχῆς ὁ δαίμων3 πολλὰς μὲν ἐμβαλεῖν εἰς τὴν φύσιν αὐτῶν τῶν ὁμοιοτήτων, ὥσπερ τὸ φιλότιμον καὶ φιλελεύθερον ἐν τῇ πολιτείᾳ, πρὸς δὲ κινδύνους καὶ πολέμους ἄτολμον, πολλὰ δʼ ἀναμῖξαι καὶ τῶν τυχηρῶν.
因为正如伊翁所言,“海豚之威在陆地上实属无能”,凡事皆流于浮夸的凯基利乌斯全然不知此理,竟狂妄地发表了德摩斯梯尼与西塞罗的比较。然而或许,若是随时随地谨记“认识你自己”乃人皆可为之事,它便不会被视为一道神圣的箴规了。神意从起初将德摩斯梯尼与西塞罗塑造成同一人,似乎在二人的天性中注入了诸多相似之处——诸如在邦国政治中好求名誉且热爱自由,但在面临危险与战争时却缺乏胆略——并且在二人的命运际遇中亦掺入了许多相同之事。
δύο γὰρ ἑτέρους οὐκ ἂν εὑρεθῆναι δοκῶ ῥήτορας4 ἐκ μὲν ἀδόξων καὶ μικρῶν ἰσχυροὺς καὶ μεγάλους γενομένους, προσκρούσαντας δὲ βασιλεῦσι καὶ τυράννοις, θυγατέρας δʼ ἀποβαλόντας, ἐκπεσόντας δὲ τῆς πατρίδος, κατελθόντας δὲ μετὰ τιμῆς, ἀποδράντας δʼ αὖθις καὶ ληφθέντας ὑπὸ τῶν πολεμίων, ἅμα δὲ παυσαμένῃ τῇ τῶν πολιτῶν ἐλευθερίᾳ τὸν βίον συγκαταστρέψαντας·
依我看,实在找不出另外两位演说家,能同样由微贱卑末之身变得强大显赫,却又触怒君王与僭主,痛失爱女,被逐出故土,复以尊荣之姿归国,继而再度潜逃并落入敌手,最终随公民自由的终结而一并终其一生。
ὥστε, εἰ γένοιτο τῇ φύσει καὶ τῇ τύχῃ καθάπερ τεχνίταις ἅμιλλα, χαλεπῶς ἂν διακριθῆναι πότερον αὕτη τοῖς τρόποις ἢ τοῖς πράγμασιν ἐκείνη5 τοὺς ἄνδρας ὁμοιοτέρους ἀπείργασται. λεκτέον δὲ περὶ τοῦ πρεσβυτέρου πρότερον.
以至于倘若天性与命运如工匠斗巧一般展开竞逐,究竟是前者以性情操守、抑或是后者以遭遇境况使这两人变得更为相类,恐怕极难断定。然而,我们须当先行论述年长的一位。
- 3.1τὸ δὲ τοὺς λόγους ἀντεξετάζειν καὶ ἀποφαίνεσθαι πότερος ἡδίων ἢ δεινότερος εἰπεῖν, ἐάσομεν
带冠词 τὸ 的两个不定式短语(τοὺς λόγους ἀντεξετάζειν 与 ἀποφαίνεσθαι)共同作为主句动词 ἐάσομεν 的直接宾语(宾格)。不定式 εἰπεῖν 为限制性不定式,用以限定形容词 ἡδίων 和 δεινότερος(意为“在演说方面”)。
- 3.2εἰ παντὸς ἦν τὸ γνῶθι σαυτὸν ἔχειν πρόχειρον
该从句为过去未完成时表示的非真实条件句(条件从句用未完成过去时 ἦν,主句用 οὐκ ἂν ἐδόκει)。表语属格 παντός 表示特征或所有(“属于任何人”/“人皆可为”)。句子的语法主语是带冠词的不定式短语 τὸ ... ἔχειν πρόχειρον,其中包含格言“认识你自己(γνῶθι σαυτόν)”作为实质宾语。
- 3.2Δημοσθένην γὰρ καὶ Κικέρωνα τὸν αὐτὸν ἔοικε πλάττων ἀπʼ ἀρχῆς ὁ δαίμων
在以 ἔοικε 为谓语的个人人称构词中(即 ἔοικε ὁ δαίμων ... ἐμβαλεῖν),置于句首的宾格 Δημοσθένην καὶ Κικέρωνα 为强调而前置,作主格分词 πλάττων(与主语 ὁ δαίμων 一致)的直接宾语,阳性单数宾格 τὸν αὐτὸν 则为其宾语补足语(意为“将二人塑造成同一人”)。
- 3.3δύο γὰρ ἑτέρους οὐκ ἂν εὑρεθῆναι δοκῶ ῥήτορας
人称主句动词 δοκῶ 带宾格加不定式结构(δύο ἑτέρους ῥήτορας οὐκ ἂν εὑρεθῆναι)。其后一系列并列的宾格分词(γενομένους, προσκρούσαντας, ἀποβαλόντας 等)皆与不定式的逻辑主语 δύο ἑτέρους ῥήτορας 保持语法一致并作修饰补充。
- 3.4πότερον αὕτη τοῖς τρόποις ἢ τοῖς πράγμασιν ἐκείνη
指示代词 αὕτη(指代先提及的主导概念、即前者 τῇ φύσει“天性”)与 ἐκείνη(指代另一方、即后者 τῇ τύχῃ“命运”)形成对照。二者分别伴随表示方式或原因的与格(τοῖς τρόποις“以品性”、τοῖς πράγμασιν“以遭遇境况”),共同作谓语动词 ἀπείργασται 的主语与状语修饰。
