← 普鲁塔克

德摩斯梯尼传

§30.1-30.5

关于德摩斯梯尼死因的诸说与铜像建立

本段记叙了关于德摩斯梯尼服毒方式的诸种不同说法及其卒日,并记载了雅典人后世对其追赠的崇高荣誉,包括青铜雕像以及基座上的著名铭文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

τὸ δέ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ καλάμου λαβεῖν φησιν αὐτόν, ὡς εἴρηται· πάππος δέ τις, οὗ τὴν ἱστορίαν Ἕρμιππος ἀνείληφε, φησὶ, πεσόντος αὐτοῦ παρὰ τὸν βωμὸν ἐν μὲν τῷ βιβλίῳ γεγραμμένην ἐπιστολῆς ἀρχὴν εὑρεθῆναι, Δημοσθένης Ἀντιπάτρῳ, καὶ μηδὲν ἄλλο·

关于那毒药,正如前文所述,阿里斯同声称他是从芦苇笔中服下的;然而赫尔米普斯所采录的某位帕波斯却记载道,当他倒在祭坛旁时,人们在那书卷中只发现写有一封信的开头: “德摩斯梯尼致安提帕特”,此外别无他物。

§30.2

θαυμαζομένης δὲ τῆς περὶ τὸν θάνατον ὀξύτητος διηγεῖσθαι1 τοὺς παρὰ ταῖς θύραις Θρᾷκας ὡς ἔκ τινος ῥακίου λαβὼν εἰς τὴν χεῖρα προσθοῖτο τῷ στόματι καὶ καταπίοι τὸ φάρμακον αὐτοὶ δʼ ἄρα χρυσὸν ᾠήθησαν εἶναι τὸ καταπινόμενον ἡ δʼ ὑπηρετοῦσα παιδίσκη, πυνθανομένων τῶν περὶ τὸν Ἀρχίαν, φαίη πολὺν εἶναι χρόνον ἐξ οὗ2 φοροίη τὸν ἀπόδεσμον ἐκεῖνον ὁ Δημοσθένης ὡς φυλακτήριον.

鉴于他死得如此迅速而令人称奇,守在门旁的色雷斯兵士们叙述说,他是从一块破布中取出某物放到掌心,送入口中并咽下了毒药;不过他们当时竟以为被咽下的是黄金。侍奉他的婢女在受到阿基亚斯随从的盘问时据称也说,德摩斯梯尼佩戴那个小包当作护身符已有很长时间了。

§30.3

Ἐρατοσθένης δὲ καὶ αὐτὸς ἐν κρίκῳ φησὶ κοίλῳ τὸ φάρμακον φυλάσσειν· τὸν δέ κρίκον εἶναι τοῦτον αὐτῷ φόρημα περιβραχιόνιον. τῶν δʼ ἄλλων, ὅσοι γεγράφασι περὶ αὐτοῦ, πάμπολλοι δέ εἰσί, τὰς διαφορὰς οὐκ ἀναγκαῖον ἐπεξελθεῖν· πλὴν ὅτι Δημοχάρης ὁ τοῦ Δημοσθένους οἰκεῖος οἴεσθαί φησιν αὐτὸν οὐχ ὑπὸ φαρμάκου, θεῶν δὲ τιμῇ καὶ προνοίᾳ τῆς Μακεδόνων ὠμότητος ἐξαρπαγῆναι, συντόμως καταστρέψαντα καὶ ἀλύπως. κατέστρεψε δὲ ἕκτῃ ἐπὶ δέκα τοῦ Πυανεψιῶνος μηνός, ἐν ᾗ τὴν σκυθρωποτάτην τῶν Θεσμοφορίων ἡμέραν ἄγουσαι παρὰ τῇ θεῷ νηστεύουσιν αἱ γυναῖκες.

埃拉托色尼本人亦声称,他把毒药藏在一枚中空的环戒中,而这枚环戒是他戴在臂上的饰物。至于其他著述过他的人——其人数极为众多——实无必要逐一探讨他们之间的分歧;唯独需要指出的是,德摩斯梯尼的族人德摩卡里斯声称,他认为德摩斯梯尼并非死于毒药,而是在众神的恩宠与眷顾下,从马其顿人的残暴中被拯救离世,迅速且毫无痛苦地结束了生命。他逝世于皮亚内普西翁月的第十六日,这一天妇女们正度过地母节最阴郁的一日,在女神身旁禁食。

§30.5

τούτῳ μὲν ὀλίγον ὕστερον ὁ τῶν Ἀθηναίων δῆμος ἀξίαν ἀποδιδοὺς τιμήν εἰκόνα τε χαλκῆν ἀνέστησε καὶ τὸν πρεσβύτατον ἐψηφίσατο τῶν ἀπὸ γένους ἐν Πρυτανείῳ σίτησιν ἔχειν. καὶ τὸ ἐπίγραμμα τὸ θρυλούμενον ἐπεγράφη τῇ βάσει τοῦ ἀνδριάντος· "εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, εἶχες, οὔποτʼ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.3" οἱ γὰρ αὐτὸν τὸν Δημοσθένην τοῦτο ποιῆσαι λέγοντες ἐν Καλαυρίᾳ, μέλλοντα τὸ φάρμακον προσφέρεσθαι, κομιδῇ φλυαροῦσι.

不久之后,雅典人民向此人奉上了应得的礼遇:不仅为他树立了青铜雕像,还通过表决,规定其家族中最年长的直系后裔有权在议事厅享用公膳。在那座雕像的基座上,刻下了脍炙人口的名句: “德摩斯梯尼啊,你若具有与谋略同等的勇力, 马其顿的阿瑞斯就绝不可能统治希腊人。” 因为那些声称是德摩斯梯尼自己在卡劳赖亚正要服毒时作了这首诗的人,纯属一派胡言。

语法注3 条
  1. 30.2διηγεῖσθαι

    这是由前文 φησί(帕波斯所述)所支配的宾格不定式间接引语结构的延续。其不定式的逻辑主语是 τοὺς παρὰ ταῖς θύραις Θρᾷκας,而从句中的动词 προσθοῖτο 与 καταπίοι 则是在间接引语中表达过去转述的希求语气(optative of indirect discourse)。

  2. 30.2πολὺν εἶναι χρόνον ἐξ οὗ

    表示“自……以来已有很长时间”的习惯性时间结构。ἐξ οὗ 引导表示起点的关系从句(意为“自……以来”),从句动词 φοροίη 因处于间接引语中而采用了希求语气。

  3. 30.5εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, εἶχες, οὔποτʼ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.

    表达过去与事实相反的虚拟条件句(past counterfactual)。条件从句(εἴπερ... εἶχες)使用未完成过去直陈式表示过去与事实相反的假设(“如果你曾拥有……”),主句(οὔποτʼ ἂν... ἦρξεν)由 ἄν 加上不定过去直陈式构成,表示过去不会发生的结果(“马其顿的阿瑞斯就绝不会统治……”)。γνώμῃ 是与 ἴσην 构成比较或对象的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:30.1-30.5