- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:31.1-31.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了德摩斯梯尼雕像在落叶遮掩下守护士兵藏金的逸事,以及背叛者德马得斯自食恶果的悲惨结局,并以此向索西乌斯致辞作结全文。
μικρὸν δὲ πρόσθεν ἢ παραβαλεῖν1 ἡμᾶς Ἀθήναζε λέγεταί τι τοιόνδε συμβῆναι. στρατιώτης ἐπὶ κρίσιν τινὰ καλούμενος ὑφʼ ἡγεμόνος, ὅσον εἶχε χρυσίδιον εἰς τὰς χεῖρας ἐνέθηκε τοῦ ἀνδριάντος. ἕστηκε δὲ τοὺς δακτύλους συνέχων διʼ ἀλλήλων, καὶ παραπέφυκεν οὐ μεγάλη πλάτανος.
在我们到访雅典前不久,据说发生了这样一件事。一名士兵被其长官传唤受审,便将自己所有的少许金子放入了那尊雕像的手中。雕像立在那里,双手的手指相互扣合,身旁长着一株并不高大的悬铃木。
ἀπὸ ταύτης πολλὰ τῶν φύλλων, εἴτε πνεύματος ἐκ τύχης καταβαλόντος, εἴτʼ αὐτὸς οὕτως ὁ θεὶς ἐκάλυψε, περικείμενα καὶ συμπεσόντα λαθεῖν ἐποίησε τὸ χρυσίον οὐκ ὀλίγον χρόνον. ὡς δʼ ὁ ἄνθρωπος ἐπανελθὼν ἀνεῦρε καὶ διεδόθη λόγος ὑπὲρ τούτου, πολλοὶ τῶν εὐφυῶν ὑπόθεσιν λαβόντες εἰς τὸ ἀδωροδόκητον τοῦ Δημοσθένους διημιλλῶντο τοῖς ἐπιγράμμασι.
从这棵树上落下了许多叶子,无论是微风碰巧将它们吹落,还是放置金子的人自己这般掩盖的,这些叶子落在四周并相互重叠,使那笔金子隐蔽了相当长的时间。当那人返回并找回金子、事情被传扬开后,许多才士便以此为题,竞相作题辞诗篇来颂扬德摩斯梯尼的清正廉洁。
Δημάδην δὲ χρόνον οὐ πολὺν ἀπολαύσαντα τῆς φυομένης δόξης ἡ Δημοσθένους δίκη2 κατήγαγεν εἰς Μακεδονίαν, οὓς ἐκολάκευεν αἰσχρῶς, ὑπὸ τούτων ἐξολούμενον δικαίως, ἐπαχθῆ μὲν ὄντα καὶ πρότερον αὐτοῖς, τότε δʼ εἰς αἰτίαν ἄφυκτον ἐμπεσόντα. γράμματα γὰρ ἐξέπεσεν αὐτοῦ, διʼ ὧν παρεκάλει Περδίκκαν ἐπιχειρεῖν Μακεδονίᾳ καὶ σῴζειν τοὺς Ἕλληνας ὡς ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος λέγων τὸν Ἀντίπατρον ἠρτημένους.3
至于德马得斯,在享用那方兴未艾的声名没多久后,德摩斯梯尼的正义复仇就将他押送到了马其顿,使他被自己曾可耻地阿谀奉承的人合理地处死;他此前本就已令他们厌烦,而此刻更是陷入了无可逃避的指控。因为他的一封信件泄露了,在信中他敦促佩尔狄卡斯进犯马其顿并拯救希腊人,称希腊人如同悬挂在腐朽陈旧的经线——他指的是安提帕特——之上。
ἐφʼ οἷς Δεινάρχου τοῦ Κορινθίου κατηγορήσαντος παροξυνθεὶς ὁ Κάσσανδρος ἐγκατέσφαξεν αὐτοῦ τῷ κόλπῳ τὸν υἱόν, εἶτα οὕτως ἐκεῖνον ἀνελεῖν προσέταξεν, ἐν τοῖς μεγίστοις διδασκόμενον ἀτυχήμασιν ὅτι πρώτους ἑαυτοὺς οἱ προδόται πωλοῦσιν, ὃ πολλάκις Δημοσθένους προαγορεύοντος οὐκ ἐπίστευσε. τὸν μὲν οὖν Δημοσθένους ἀπέχεις, Σόσσιε, βίον ἐξ ὧν ἡμεῖς ἀνέγνωμεν ἢ διηκούσαμεν.
当科林斯的戴纳尔库斯就此提出指控时,卡山德大为震怒,就在德马得斯的怀中屠杀其子,随后便下令将他本人处决;他在最沉痛的灾祸中终于明白,叛徒最先出卖的正是他们自己——尽管德摩斯梯尼曾屡次发出这一预言,他却始终未曾相信。索西乌斯啊,以上便是基于我们所阅读或听闻之事的德摩斯梯尼的一生。
- 31.1μικρὸν δὲ πρόσθεν ἢ παραβαλεῖν
πρόσθεν ἤ 类似比较级副词充当连词用法,引导不定式 παραβαλεῖν(相当于 πρίν 加不定式的结构),意为“在我们到访前不久”。
- 31.3ἡ Δημοσθένους δίκη
此处并非指“德摩斯梯尼的诉讼”,而是将“为德摩斯梯尼复仇的正义/应报”拟人化,充当主语 κατήγαγεν。这是一种修辞手法,表明导致德马得斯灭亡的是为德摩斯梯尼伸张正义的天道。
- 31.3ὡς ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος λέγων τὸν Ἀντίπατρον ἠρτημένους
分词 ἠρτημένους(完成时被动态分词阳性复数宾格)修饰前文的 τοὺς Ἕλληνας。句法上 ὡς ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ... ἠρτημένους 意为“如同悬挂在腐朽陈旧的经线之上”,中间插入的 λέγων τὸν Ἀντίπατρον(“他指的是安提帕特”)则点明该比喻所指的对象。介词 ἀπό 指明悬挂或依凭的起点,以此比喻安提帕特权势的脆弱不堪。
