← 普鲁塔克

德摩斯梯尼传

§29.1-29.5

德摩斯梯尼在卡劳赖亚服毒自尽

阿基亚斯在卡劳赖亚的波塞冬圣所试图好言诱降德摩斯梯尼,但德摩斯梯尼吞服藏于笔中的毒药,并在斥责马其顿人后气绝身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

τὸν δὲ Δημοσθένην πυθόμενος ἱκέτην ἐν Καλαυρείᾳ ἐν τῷ ἱερῷ Ποσειδῶνος καθέζεσθαι, διαπλεύσας ὑπηρετικοῖς καὶ ἀποβὰς μετὰ Θρᾳκῶν δορυφόρων ἔπειθεν ἀναστάντα βαδίζειν μετʼ αὐτοῦ πρὸς Ἀντίπατρον ὡς δυσχερὲς πεισόμενον οὐδέν.1

当阿基亚斯获悉德摩斯梯尼作为请愿者避难于卡劳赖亚的波塞冬圣所时,便乘着小艇渡海,带领色雷斯卫队登岸,极力劝诱他起身随自己去见安提帕特,声称他绝不会遭受任何严酷的对待。

§29.2

ὁ δὲ Δημοσθένης ἐτύγχανεν ὄψιν ἑωρακὼς κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς ἀλλόκοτον. ἐδόκει γὰρ ἀνταγωνίζεσθαι τῷ Ἀρχίᾳ τραγῳδίαν ὑποκρινόμενος, εὐημερῶν δὲ καὶ κατέχων τὸ θέατρον ἐνδείᾳ παρασκευῆς καὶ χορηγίας κρατεῖσθαι. διὸ τοῦ Ἀρχίου πολλὰ φιλάνθρωπα διαλεχθέντος ἀναβλέψας πρὸς αὐτόν, ὥσπερ ἐτύγχανε καθήμενος, ὦ Ἀρχία, εἶπεν, οὔτε ὑποκρινόμενός με ἔπεισας πώποτε οὔτε νῦν πείσεις ἐπαγγελλόμενος.

然而德摩斯梯尼在那天夜里的梦境中恰巧见到一出异象。他似乎正与阿基亚斯同台演出悲剧竞演,尽管他大获好评、掌握全场,却由于道具和歌队的匮乏而落败。因此,当阿基亚斯向他说出许多温和动听的言语时,他依然如故地坐着,抬起头直视着对方,“阿基亚斯啊,”他说道,“你从前演戏时从未说服过我,如今许下诺言也休想说服我。”

§29.3

ἀρξαμένου δʼ ἀπειλεῖν τοῦ Ἀρχίου μετʼ ὀργῆς, νῦν, ἔφη, λέγεις τὰ ἐκ τοῦ Μακεδονικοῦ τρίποδος, ἄρτι δʼ ὑπεκρίνου. μικρὸν οὖν ἐπίσχες, ὅπως ἐπιστείλω τι τοῖς οἴκοι καὶ ταῦτʼ εἰπὼν ἐντὸς ἀνεχώρησε τοῦ ναοῦ· καὶ λαβὼν βιβλίον ὡς γράφειν μέλλων προσήνεγκε τῷ στόματι τὸν κάλαμον, καὶ δακών, ὥσπερ ἐν τῷ διανοεῖσθαι καὶ γράφειν εἰώθει, χρόνον τινὰ κατέσχεν, εἶτα συγκαλυψάμενος ἀπέκλινε τὴν κεφαλήν.

当阿基亚斯愤怒地开始威胁时,“现在,”他说,“你才说出了马其顿三脚神坛上的神谕,刚才你不过是在演戏。那么稍等片刻,让我给家里的人写几句嘱托。” 说完这些,他退入了神庙内部;他拿出一卷书简,仿佛要提笔书写,将芦苇笔放入口中,像平时凝思与写作时那样咬着笔,停顿了片刻,随即蒙上头巾,垂下了头。

§29.4

οἱ μὲν οὖν παρὰ τὰς θύρας ἑστῶτες δορυφόροι κατεγέλων ὡς ἀποδειλιῶντος αὐτοῦ, καὶ μαλακὸν ἀπεκάλουν καὶ ἄνανδρον, ὁ δʼ Ἀρχίας προσελθὼν ἀνίστασθαι παρεκάλει, καὶ τοὺς αὐτοὺς ἀνακυκλῶν λόγους αὖθις ἐπηγγέλλετο διαλλαγὰς πρὸς τὸν Ἀντίπατρον. ἤδη δὲ συνῃσθημένος ὁ Δημοσθένης ἐμπεφυκότος αὐτῷ τοῦ φαρμάκου καὶ κρατοῦντος ἐξεκαλύψατο· καὶ διαβλέψας πρὸς τὸν Ἀρχίαν, οὐκ ἂν φθάνοις,2 εἶπεν, ἤδη τὸν ἐκ τῆς τραγῳδίας ὑποκρινόμενος Κρέοντα καὶ τὸ σῶμα τοῦτο ῥίπτων ἄταφον. ἐγὼ δʼ, ὦ φίλε Πόσειδον, ἔτι ζῶν ἐξανίσταμαι τοῦ ἱεροῦ· τῷ δὲ Ἀντιπάτρῳ καὶ Μακεδόσιν οὐδʼ ὁ σὸς ναὸς καθαρὸς ἀπολέλειπται. ταῦτʼ εἰπὼν, καὶ κελεύσας ὑπολαβεῖν αὐτὸν ἤδη τρέμοντα καὶ σφαλλόμενον, ἅμα τῷ προελθεῖν καὶ παραλλάξαι τὸν βωμὸν ἔπεσε καὶ στενάξας ἀφῆκε τὴν ψυχήν.

守在门边的卫兵们嘲笑他,以为他临阵退缩,骂他软弱无能、没有骨气;阿基亚斯则走上前去劝他起身,翻来覆去地说着同样的话,再次许诺会与安提帕特讲和。此时德摩斯梯尼已然感到毒药侵入体内并逐渐发作,便揭开了面孔;他凝视着阿基亚斯,“你不妨赶快,”他说道,“扮演悲剧里的克瑞翁,把这具尸体弃之不葬吧。亲爱的波塞冬啊,我尚且活着就自行离开你的圣所;然而在安提帕特和马其顿人手中,连你的神庙也未能免遭玷污。” 说完这话,他叫人搀扶住已经浑身颤抖、步履蹒跚的自己,刚走上前越过祭坛,便倒在地上,发出一声叹息而气绝身亡。

语法注2 条
  1. 29.1ὡς δυσχερὲς πεισόμενον οὐδέν

    连词 ὡς 结合未来时分词宾格 πεισόμενον(源自 πάσχω),与前面不定式的逻辑主语德摩斯梯尼(与 ἀναστάντα 同格)一致,表达劝诱者阿基亚斯主观上的保证或宣称(“声称他绝不会遭受任何不测”)。

  2. 29.5οὐκ ἂν φθάνοις

    希腊语固定句式 οὐκ ἂν φθάνοις 搭配分词 ὑποκρινόμενος(字面意为“你在表演上再快也不为过”),表达强烈的催促或命令语气,意为“赶紧/立刻去扮演”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:29.1-29.5