← 普鲁塔克

德摩斯梯尼传

§2.1-2.3

著史所需的环境与修习拉丁语的经历

作者指出撰述历史需要大城邦丰富的文献与口述材料,随后叙述自己因安居小邦且事务繁忙而至晚年方习拉丁文,并说明自己是凭借对事理的既有经验来解读罗马文本的经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

τῷ μέντοι σύνταξιν ὑποβεβλημένῳ καὶ ἱστορίαν ἐξ οὐ προχείρων οὐδʼ οἰκείων, ἀλλὰ ξένων τε τῶν πολλῶν καὶ διεσπαρμένων ἐν ἑτέροις συνιοῦσαν ἀναγνωσμάτων, τῷ ὄντι χρὴ πρῶτον ὑπάρχειν καὶ μάλιστα τὴν πόλιν εὐδόκιμον καὶ φιλόκαλον καὶ πολυάνθρωπον, ὡς βιβλίων τε παντοδαπῶν ἀφθονίαν ἔχων,1 καὶ ὅσα τοὺς γράφοντας διαφύγοντα σωτηρίᾳ μνήμης ἐπιφανεστέραν εἴληφε πίστιν ὑπολαμβάνων ἀκοῇ καὶ διαπυνθανόμενος, μὴ πολλῶν μηδʼ ἀναγκαίων ἐνδεὲς ἀποδιδοίη τὸ ἔργον.

然而,对于一个立志撰写由并非手边或本土、而是大多属于异域且散见于他处的读物汇集而成的著述与历史的人而言,确实首先且最为必需的,乃是拥有一个享有美名、爱好文雅且人口繁茂的城邦。这样,他才能拥有各种书籍的充裕来源,并能通过耳闻与探访,搜求那些虽被以往作者遗漏却因记忆的留存而获得更为昭显之确信的事迹,从而不致交出一卷缺失众多必要内容的著作。

§2.2

ἡμεῖς δὲ μικρὰν οἰκοῦντες πόλιν, καὶ ἵνα μὴ μικροτέρα γένηται φιλοχωροῦντες, ἐν δὲ Ῥώμῃ καὶ ταῖς περὶ τὴν Ἰταλίαν διατριβαῖς οὐ σχολῆς οὔσης γυμνάζεσθαι περὶ τὴν Ῥωμαϊκὴν διάλεκτον ὑπὸ χρειῶν πολιτικῶν καὶ τῶν διὰ φιλοσοφίαν πλησιαζόντων, ὀψέ ποτε καὶ πόρρω τῆς ἡλικίας ἠρξάμεθα Ῥωμαϊκοῖς γράμμασιν ἐντυγχάνειν.

而我们居住在一个微小的城邦,为了不让它变得更小而安居于彼;在罗马及意大利各处的逗留期间,又因公务所需以及为哲学而亲近我们的人,以致没有闲暇去操练罗马语言,于是在年事已高、垂垂老矣之时,才开始接触罗马的典籍。

§2.3

καὶ πρᾶγμα θαυμαστὸν μέν, ἀλλʼ ἀληθὲς ἐπάσχομεν. οὐ γὰρ οὕτως ἐκ τῶν ὀνομάτων τὰ πράγματα συνιέναι καὶ γνωρίζειν συνέβαινεν ἡμῖν, ὡς ἐκ τῶν πραγμάτων ἁμῶς γέ πως εἴχομεν ἐμπειρίαν ἐπακολουθεῖν διʼ αὐτὰ καὶ τοῖς ὀνόμασι.2 κάλλους δὲ Ῥωμαϊκῆς ἀπαγγελίας καὶ τάχους αἰσθάνεσθαι καὶ μεταφορᾶς ὀνομάτων καὶ ἁρμονίας καὶ τῶν ἄλλων οἷς ὁ λόγος ἀγάλλεται, χαρίεν μέν ἡγούμεθα καὶ οὐκ ἀτερπές· ἡ δὲ πρὸς τοῦτο μελέτη καὶ ἄσκησις οὐκ εὐχερής, ἀλλʼ οἷστισι πλείων τε σχολὴ καὶ τὰ τῆς ὥρας ἔτι πρὸς τὰς τοιαύτας ἐπιχωρεῖ φιλοτιμίας.

我们所经历的情形诚然令人惊异,却是不争的事实:因为对于我们而言,并非是先从字句去领会并认识事理,反倒是由某种机缘对事理先有了经验,进而因由事理本身而得以顺理成章地通晓这些字句。至于体味罗马文辞之美与疾速、词汇之借喻、音律之谐和,以及言辞赖以自豪的其余诸色长处,我们固然认为雅致且令人愉悦;但为此所作的钻研与操练并非易事,唯有那些闲暇更为充裕、其年岁仍容许抱持此等抱负的人,方能胜任。

语法注2 条
  1. 2.1ὡς βιβλίων τε παντοδαπῶν ἀφθονίαν ἔχων

    相较于句首出现的与格 τῷ σύνταξιν ὑποβεβλημένῳ,在目的从句(ὡς ... μὴ ... ἀποδιδοίη)内部,分词 ἔχων(以及随后的 ὑπολαμβάνων、διαπυνθανόμενος)却采用了主格。这是由于分词在语法上配合了祈愿语气动词 ἀποδιδοίη 的隐含主语(即著述者)。

  2. 2.3οὐ γὰρ οὕτως ἐκ τῶν ὀνομάτων τὰ πράγματα συνιέναι καὶ γνωρίζειν συνέβαινεν ἡμῖν, ὡς ἐκ τῶν πραγμάτων ἁμῶς γέ πως εἴχομεν ἐμπειρίαν ἐπακολουθεῖν διʼ αὐτὰ καὶ τοῖς ὀνόμασι

    由 οὐχ οὕτως ... ὡς ...(与其说……不如说……)引导的对照句式。后半句在 ὡς 之后插入了 ἐκ τῶν πραγμάτων ἁμῶς γέ πως εἴχομεν ἐμπειρίαν(基于对事理事物的既有经验),而其不定词 ἐπακολουθεῖν(跟从并通晓)则与前半句的 συνιέναι καὶ γνωρίζειν 平行,作非人称动词 συνέβαινεν ἡμῖν 的真正主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:2.1-2.3