← 普鲁塔克

德摩斯梯尼传

§28.1-28.4

流亡者被判死刑与阿基亚斯的追捕

马其顿军推进迫使雅典陷入绝境,潜逃的德摩斯梯尼等反马其顿派领袖被判处死刑。“猎逃者”阿基亚斯将绪珀赖德斯等避难者强行抓捕并押送处决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

οὐ μὴν ἐπὶ πολὺν χρόνον ἀπέλαυσε τῆς πατρίδος κατελθών, ἀλλὰ ταχὺ τῶν Ἑλληνικῶν πραγμάτων συντριβέντων Μεταγειτνιῶνος μὲν ἡ περὶ Κραννῶνα μάχη συνέπεσε, Βοηδρομιῶνος δὲ παρῆλθεν εἰς Μουνυχίαν ἡ φρουρά, Πυανεψιῶνος δὲ Δημοσθένης ἀπέθανε τόνδε τὸν τρόπον.

然而,德摩斯梯尼回国后并未长久享受祖国之福。希腊人的事业迅速崩溃:在美塔盖特尼翁月爆发了克兰诺战役,在波埃德罗米翁月驻军进入穆尼基亚,而在皮亚内普西翁月,德摩斯梯尼便以下述方式去世了。

§28.2

ὡς Ἀντίπατρος καὶ Κρατερὸς ἠγγέλλοντο προσιόντες1 ἐπὶ τὰς Ἀθήνας, οἱ μὲν περὶ τὸν Δημοσθένην φθάσαντες ὑπεξῆλθον2 ἐκ τῆς πόλεως, ὁ δὲ δῆμος αὐτῶν θάνατον κατέγνω Δημάδου γράψαντος. ἄλλων δὲ ἀλλαχοῦ διασπαρέντων ὁ Ἀντίπατρος περιέπεμπε τοὺς συλλαμβάνοντας, ὧν ἡγεμὼν ἦν Ἀρχίας ὁ κληθεὶς Φυγαδοθήρας.

当报称安提帕特和克拉特鲁斯进军雅典时,德摩斯梯尼等人抢先一步潜逃出城,雅典人民则在德玛德斯的动议下判处他们死刑。〔他们〕各自散落各方,安提帕特派出一批搜捕者,其首领便是被称为“猎逃者”的阿基亚斯。

§28.3

τοῦτον δὲ Θούριον ὄντα τῷ γένει λόγος ἔχει τραγῳδίας ὑποκρίνεσθαί ποτε, καὶ τὸν Αἰγινήτην Πῶλον τὸν ὑπερβαλόντα τῇ τέχνῃ πάντας ἐκείνου γεγονέναι μαθητὴν ἱστοροῦσιν. Ἕρμιππος δὲ τὸν Ἀρχίαν ἐν τοῖς Λακρίτου τοῦ ῥήτορος μαθηταῖς ἀναγράφει· Δημήτριος δὲ τῆς Ἀναξιμένους διατριβῆς μετεσχηκέναι φησὶν αὐτόν.

传说此人祖籍图里奥伊,曾当过悲剧演员;据说在演艺上超越所有人的埃吉纳的波鲁斯也曾是他的学生。赫尔米普斯将阿基亚斯列为演说家拉克里托斯的门人,而德米特里厄斯则说他参加过阿那克西美尼的学园讲习。

§28.4

οὗτος οὖν ὁ Ἀρχίας Ὑπερείδην μὲν τὸν ῥήτορα καὶ Ἀριστόνικον τὸν Μαραθώνιον καὶ τὸν Δημητρίου τοῦ Φαληρέως ἀδελφὸν Ἱμεραῖον ἐν Αἰγίνῃ καταφυγόντας ἐπὶ τὸ Αἰάκειον ἀποσπάσας3 ἔπεμψεν εἰς Κλεωνὰς πρὸς Ἀντίπατρον· κἀκεῖ διεφθάρησαν, Ὑπερείδου δὲ καὶ τὴν γλῶτταν ἐκτμηθῆναι λέγουσι.

于是,这位阿基亚斯把在埃吉纳逃至埃阿科斯圣所避难的演说家绪珀赖德斯、马拉松的阿里斯托尼库斯以及法勒隆的德米特里厄斯的兄弟希梅赖乌斯强行拉出,押送给在克勒奥奈的安提帕特;他们在那里被处死,据说绪珀赖德斯甚至被割去了舌头。

语法注3 条
  1. 28.2ὡς Ἀντίπατρος καὶ Κρατερὸς ἠγγέλλοντο προσιόντες

    被动语态动词 ἠγγέλλοντο 与主格主语 Ἀντίπατρος καὶ Κρατερὸς 及补充主格分词 προσιόντες 构成的人称句结构(personal construction),意为“当据报安提帕特与克拉特鲁斯逼近时”,其语义相当于无人称结构带不定式或分词。

  2. 28.2φθάσαντες ὑπεξῆλθον

    不定过去时分词 φθάσαντες 与限定动词 ὑπεξῆλθον 连用,构成表示抢先或先发制人的惯用结构,意为“抢在之前潜逃出城”。

  3. 28.4ἐπὶ τὸ Αἰάκειον ἀποσπάσας

    宾格分词 καταφυγόντας 修饰宾语(绪珀赖德斯等三人),指他们当时逃入圣所避难的状态;主格不定过去时分词 ἀποσπάσας 与主语 Ἀρχίας 一致,修饰主要动词 ἔπεμψεν,表示先行动作:“强行拉出(庇护所)之后……押送”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:28.1-28.4