← 普鲁塔克

德摩斯梯尼传

§27.1-27.6

德摩斯梯尼的反马其顿外交与重返雅典

亚历山大死后,德摩斯梯尼积极投身反马其顿外交,以其机智赢得民心并获准回国,其巨额罚金也通过承包祭坛装配工程的名义得以巧妙解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

ἀλλὰ γὰρ ἔτι φεύγοντος αὐτοῦ τὴν εἰρημένην φυγήν Ἀλέξανδρος μὲν ἐτελεύτησε, τὰ δʼ Ἑλληνικὰ συνίσταντο πάλιν, Λεωσθένους ἀνδραγαθοῦντος καί περιτειχίζοντος Ἀντίπατρον ἐν Λαμίᾳ πολιορκούμενον.

然而,当他仍在承受上述流亡之苦时,亚历山大去世了,希腊诸邦再次联合起来,因为莱奥斯梯尼英勇作战,将困在拉米亚的安提帕特筑墙围困起来。

§27.2

Πυθέας μὲν οὖν ὁ ῥήτωρ καί Καλλιμέδων ὁ Κάραβος ἐξ Ἀθηνῶν φεύγοντες Ἀντιπάτρῳ προσεγένοντο, καί μετὰ τῶν ἐκείνου φίλων καί πρέσβεων περιιόντες οὐκ εἴων ἀφίστασθαι τοὺς Ἕλληνας οὐδὲ προσέχειν τοῖς Ἀθηναίοις· Δημοσθένης δὲ τοῖς ἐξ ἄστεος πρεσβεύουσι προσμίξας ἑαυτὸν ἠγωνίζετο καί συνέπραττεν ὅπως αἱ πόλεις συνεπιθήσονται τοῖς Μακεδόσι καί συνεκβαλοῦσιν αὐτοὺς τῆς Ἑλλάδος.

于是演说家皮提亚斯和绰号“螃蟹”的卡利梅东逃离雅典投奔安提帕特,并与后者的友人及使节周游各地,阻止希腊人脱离反叛或听从雅典人;而德摩斯梯尼则加入城中派出的使节团,奋力奔走并共同谋划,以便各城邦联合起来进攻马其顿人,并将他们一举逐出希腊。

§27.3

ἐν δʼ Ἀρκαδίᾳ καί λοιδορίαν τοῦ Πυθέου καὶ τοῦ Δημοσθένους γενέσθαι πρὸς ἀλλήλους εἴρηκεν ὁ Φύλαρχος ἐν ἐκκλησίᾳ, τοῦ μὲν ὑπὲρ τῶν Μακεδόνων, τοῦ δʼ ὑπὲρ τῶν Ἑλλήνων λέγοντος, λέγεται δὲ τὸν μὲν Πυθέαν εἰπεῖν ὅτι, καθάπερ οἰκίαν εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάντως ἔχειν νομίζομεν, οὕτω καί πόλιν ἀνάγκη νοσεῖν εἰς ἣν Ἀθηναίων πρεσβεία παραγίνεται· τὸν δὲ Δημοσθένη στρέψαι τὸ παράδειγμα, φήσαντα καί τὸ γάλα τὸ ὄνειον ἐφʼ ὑγιείᾳ καί τοὺς Ἀθηναίους ἐπὶ σωτηρίᾳ παραγίνεσθαι τῶν νοσούντων. ἐφʼ οἷς ἡσθεὶς ὁ τῶν Ἀθηναίων δῆμος ψηφίζεται τῷ Δημοσθένει κάθοδον. τὸ μὲν οὖν ψήφισμα Δήμων ὁ Παιανιεύς, ἀνεψιὸς ὢν Δημοσθένους, εἰσήνεγκεν· ἐπέμφθη δὲ τριήρης ἐπʼ αὐτὸν εἰς Αἴγιναν.

菲拉尔库斯记载,在阿卡迪亚的公民大会上,皮提亚斯和德摩斯梯尼之间发生了一场互相谩骂的争论,一人代表马其顿人发言,另一人代表希腊人发言;据说皮提亚斯说,正如我们总是认为凡送入驴奶的人家必定有病人一样,凡雅典使节到来的城邦也必然患病;德摩斯梯尼却将这个比喻反转过来,称驴奶送入是为了健康,雅典人到来则是为了拯救患病者。雅典人民为此大喜,决议召回德摩斯梯尼。这项法令是由德摩斯梯尼的表兄弟、帕埃阿尼亚的德蒙提出的;雅典还派了一艘三列桨座战船前往埃吉纳去接他。

§27.5

ἐκ δὲ Πειραιῶς ἀνέβαινεν οὔτε ἄρχοντος οὔτε ἱερέως ἀπολειφθέντος, ἀλλὰ καί τῶν ἄλλων πολιτῶν ὁμοῦ πάντων ἀπαντώντων καί δεχομένων προθύμως. ὅτε καί φησιν αὐτὸν ὁ Μάγνης Δημήτριος ἀνατείναντα τὰς χεῖρας μακαρίσαι τῆς ἡμέρας ἐκείνης αὑτόν,1 ὡς βέλτιον Ἀλκιβιάδου κατιόντα· πεπεισμένους γάρ, οὐ βεβιασμένους, ὑπʼ αὐτοῦ δέχεσθαι τοὺς πολίτας.2

他从比雷埃夫斯进城时,无论执政官还是祭司无一留守,其他所有公民也一同蜂拥相迎、热情接纳。正如马格内西亚的德米特里厄斯所说,此时他高举双手,称颂自己在那一天的幸运,因为他的归来胜过阿尔西比亚德斯;市民们接纳他是出于被他说服,而非受到强迫。

§27.6

τῆς δὲ χρηματικῆς ζημίας αὐτῷ μενούσης οὐ γὰρ ἐξῆν χάριτι λῦσαι καταδίκην ἐσοφίσαντο πρὸς τὸν νόμον. εἰωθότες γὰρ ἐν τῇ θυσίᾳ τοῦ Διὸς τοῦ Σωτῆρος ἀργύριον τελεῖν τοῖς κατασκευάζουσι καί κοσμοῦσι τὸν βωμόν, ἐκείνῳ τότε ταῦτα ποιῆσαι καί παρασχεῖν πεντήκοντα ταλάντων ἐξέδωκαν,3 ὅσον ἦν τίμημα τῆς καταδίκης.

然而,由于对他的金钱罚款依然存在——因为法律不允许通过恩免来取消判决——他们便想出一个巧计来应付法律。原来,在救主宙斯的祭典上,他们向来习惯向修造并装点祭坛的人支付银钱,于是当时他们便以五十塔兰同——恰好等同于被判处的罚金数额——将这项修造与供给事务承包给他。

语法注3 条
  1. 27.5μακαρίσαι τῆς ἡμέρας ἐκείνης αὑτόν

    属于 μακαρίζω τινά τινος 句式,属格 τῆς ἡμέρας ἐκείνης 是表示原因的属格(“因某事称赞某人幸福”),直接宾语为 αὑτόν。

  2. 27.5πεπεισμένους γάρ, οὐ βεβιασμένους, ὑπʼ αὐτοῦ δέχεσθαι τοὺς πολίτας

    间接引语中的带宾格不定式结构。δέχεσθαι 的逻辑主语是 τοὺς πολίτας,省略了宾语 αὐτόν。分词 πεπεισμένους 和 βεβιασμένους 作主语 τοὺς πολίτας 的谓语性修饰,表示市民接纳他是“被他说服的,而非受强迫的”。

  3. 27.6ἐκείνῳ τότε ταῦτα ποιῆσαι καί παρασχεῖν πεντήκοντα ταλάντων ἐξέδωκαν

    动词 ἐκδίδωμι 在此为“包出(工程或事务)、发包”之意,支配承受者的与格 ἐκείνῳ 和表示任务的不定式(ποιῆσαι καί παρασχεῖν)。属格 πεντήκοντα ταλάντων 为表示代价或价格的属格,用以标明合同金额。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:27.1-27.6