← 普鲁塔克

德摩斯梯尼传

§26.1-26.5

德摩斯梯尼的定罪、逃狱与流亡

德摩斯梯尼提议由阿雷奥帕古斯议事会立案调查,自身反遭定罪入狱;他随后越狱流亡,虽为政敌的慷慨资助所动容,却在流亡中深陷消沉,并劝诫年轻人切莫从政。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ὁ δὲ Δημοσθένης ὁμόσε χωρῶν εἰσήνεγκε ψήφισμα τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐξετάσαι τὸ πρᾶγμα καὶ τοὺς ἐκείνῃ δόξαντας ἀδικεῖν δοῦναι δίκην. ἐν δὲ πρώτοις αὐτοῦ τῆς βουλῆς ἐκείνου καταψηφισαμένης, εἰσῆλθε μὲν εἰς τὸ δικαστήριον, ὀφλὼν δὲ πεντήκοντα ταλάντων δίκην καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον, αἰσχύνῃ τῆς αἰτίας φησὶ καὶ διʼ ἀσθένειαν τοῦ σώματος οὐ δυναμένου φέρειν τὸν εἱργμὸν ἀποδρᾶναι τοὺς μὲν λαθόντα, τῶν δὲ λαθεῖν ἐξουσίαν δόντων.1 λέγεται γοῦν ὡς οὐ μακρὰν τοῦ ἄστεος φεύγων αἴσθοιτό τινας τῶν διαφόρων αὐτῷ πολιτῶν ἐπιδιώκοντας, καὶ βούλοιτο μὲν αὑτὸν ἀποκρύπτειν, ὡς δʼ ἐκεῖνοι φθεγξάμενοι τοὔνομα καὶ προσελθόντες ἐγγὺς ἐδέοντο λαβεῖν ἐφόδια παρʼ αὐτῶν, ἐπʼ αὐτὸ τοῦτο κομίζοντες ἀργύριον οἴκοθεν καὶ τούτου χάριν ἐπιδιώξαντες αὐτόν, ἅμα δὲ θαρρεῖν παρεκάλουν καὶ μὴ φέρειν ἀνιαρῶς τὸ συμβεβηκός, ἔτι μᾶλλον ἀνακλαύσασθαι τὸν Δημοσθένην καὶ εἰπεῖν πῶς δʼ οὐ μέλλω φέρειν βαρέως ἀπολειπὼν πόλιν ἐχθροὺς τοιούτους ἔχουσαν οἵους ἐν ἑτέρᾳ, φίλους εὑρεῖν οὐ ῥᾴδιόν ἐστιν;2

然而德摩斯梯尼直面危机,提出一项法令,要求阿雷奥帕古斯议事会调查此事,并惩处被该机构认定有罪之人。但在议事会最先对他作出有罪判决后,他出庭受审;在被判处五十塔兰同的罚金并被押送入狱后,他自称是由于对此项罪名的羞耻,以及身体孱弱不堪忍受囚禁,才得以逃脱,其间瞒过了一部分人,而另一部分人则放任他逃走。据说,当他在离城不远处奔逃时,察觉到几位与他不睦的公民在后面追赶,便想要将自己藏匿起来;但当那些人呼唤他的名字走上前来,恳求他接受他们提供的盘缠——他们正是为此从家中带来银钱,并为此一路追赶他——同时又劝他振作精神、切勿为已发生之事过分悲伤时,德摩斯梯尼更是放声痛哭,说道: “当我离开这样一座城邦——它有着这等仇敌,在别处要找到这样的朋友并不容易——我怎能不感到悲痛万分呢?”

§26.4

ἤνεγκε δὲ τὴν φυγὴν μαλακῶς, ἐν Αἰγίνῃ καὶ Τροιζῆνι καθεζόμενος τὰ πολλὰ καὶ πρὸς τὴν Ἀττικὴν ἀποβλέπων δεδακρυμένος, ὥστε φωνὰς οὐκ εὐγνώμονας οὐδʼ ὁμολογούσας τοῖς ἐν τῇ πολιτείᾳ νεανιεύμασιν ἀπομνημονεύεσθαι. λέγεται γὰρ ἐκ τοῦ ἄστεος ἀπαλλαττόμενος καὶ πρὸς τὴν ἀκρόπολιν ἀνατείνας τὰς χεῖρας εἰπεῖν ὦ δέσποινα Πολιάς, τί δὴ τρισὶ τοῖς χαλεπωτάτοις χαίρεις θηρίοις, γλαυκὶ καὶ δράκοντι καὶ δήμῳ;

但他软弱地承受着流亡之苦,大部分时间客居在埃吉纳和特罗伊曾,眼含热泪遥望阿提卡,以致留下了既不高明、也与他在政治活动中的英勇气概不相符的言论。因为据说他在离开城邦、向卫城高举双手时曾说道: “城市守护女神啊,你为何偏偏喜爱三种最难对付的野兽:猫头鹰、毒蛇和民众?”

§26.5

τοὺς δὲ προσιόντας αὐτῷ καὶ συνδιατρίβοντας νεανίσκους ἀπέτρεπε τῆς πολιτείας λέγων ὡς εἰ, δυεῖν προκειμένων ὁδῶν ἀπʼ ἀρχῆς, τῆς μὲν ἐπὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν, τῆς δʼ ἄντικρυς εἰς τὸν ὄλεθρον, ἐτύγχανε προειδὼς τὰ κατὰ τὴν πολιτείαν κακά, φόβους καὶ φθόνους καὶ διαβολὰς καὶ ἀγῶνας, ἐπὶ ταύτην ἂν ὁρμήσαι3 τὴν εὐθὺ τοῦ θανάτου τείνουσαν.

而对于前来拜访并与他相处交谈的年轻人,他极力劝阻他们涉足政坛,称倘若最初摆在他面前的有两条路,一条通往讲坛与公民大会,另一条直通毁灭,而他又碰巧预先洞悉了政坛之恶——恐惧、嫉妒、诽谤与争斗——他定会直奔那条径直通往死亡的道路。

语法注3 条
  1. 26.2τοὺς μὲν λαθόντα, τῶν δὲ λαθεῖν ἐξουσίαν δόντων

    此处出现不对称的句法配列(破格文法):前半句 τοὺς μὲν λαθόντα 是与不定式 ἀποδρᾶναι 的逻辑主语(德摩斯梯尼)一致的宾格分词,带直接宾语 τοὺς μέν;而后半句则转为属格绝对结构(τῶν δὲ ... δόντων)。语义上形成对比,意指他一方面避开了一部分看守的耳目,另一方面也有人故意放他逃脱。

  2. 26.3οἵους ἐν ἑτέρᾳ, φίλους εὑρεῖν οὐ ῥᾴδιόν ἐστιν

    关系代词 οἵους 与先行词 τοιούτους 相应,并在由不定式 εὑρεῖν 引导的从句中作宾语(或与 φίλους 构成宾补关系)。句式骨架为:“在别处(ἐν ἑτέρᾳ [πόλει])想要找到[如此这般的]朋友(φίλους)都不容易的这样一种(οἵους)[仇敌]”,以反讽与悖论的语气强调了对手展现出的惊人善意。

  3. 26.5ὡς εἰ, δυεῖν προκειμένων ὁδῶν ... ἐπὶ ταύτην ἂν ὁρμήσαι

    这是内嵌于间接引语(λέγων ὡς)中的与过去事实相反的虚拟条件句。条件从句(protasis)中的动词 ἐτύγχανε προειδώς 仍保留了直陈式过去时,而结论从句(apodosis)原本在直接引语中应使用 ἄν 搭配直陈式过去时(如 ὥρμησεν ἄν),在此受到主句过去时态动词 ἀπέτρεπε(历史时态序列)的影响,转化为祈愿语气加 ἄν(ἂν ὁρμήσαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:26.1-26.5